Ancient Greek
787.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 787.2
Unproofread scanNot analysed yet
Ὅτι ὡς Υἱὸς πρὸς Πατέρα ἔχει, οὕτως Πνεῦμα πρὸς Υἱόν. Διὰ τοῦτο καὶ Θεοῦ μὲν λόγος ὁ Υἱός, ῥῆμα δὲ Υἱοῦ τὸ Πνεῦμα. Φέρων γάρ, φησίν, τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Καὶ ἐπειδή ῥῆμα Υἱοῦ, διὰ τοῦτο Θεοῦ (45)· Τὴν μάχαιραν, φησίν, τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. Λόγος δὲ Θεοῦ καὶ ῥῆμα ζῶν καὶ ἐνεργόν. Μὴ γὰρ μοι πρὸς τὰ ἀνθρώπινα καταπέστη ὁμοιώματα, ἀλλὰ πανταχοῦ νοεῖ τὸ μείζον ἐπὶ Θεοῦ πρὸς τὴν τῆς μιᾶς ἀπόδειξιν ἐνέργειας λαμβάνων τοῦ λόγου παράδειγμα· ὅτι καὶ νοῦς ὁ σὸς διὰ λόγου πάντα περιεργάζεται.