Ancient Greek
791.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 791.1
Unproofread scanNot analysed yet
A περὶ τῆς γενέσεως τοῦ Πνεύματος τοῦ θείου συγκατατάττεται, διὰ τοῦ λέγειν τὸν Ἰωάννην · Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί (81). Ταῦτα ποίαν ἀσβείας ὑπερβολὴν κατελείπειν, εἰ τὴν ὑδάτος (82) ἀξίαν τῷ Πνεύματι τῷ ἁγίῳ περιάπτεται, ἐπειδὴ Πνεῦμα κατεφόθην τὸ ὑδωρ ἀγιάζεσθαι; Ἰσαξεν γὰρ σοι ἰσοῦ τῷ ἀγιάζοντι τὸ ἀγιαζόμενον (83), καὶ Θεῷ μὲν τῷ συναριθμούμενον εἰς τὴν αὐτὴν ἐνέργειαν καὶ δόξαν οὐ φρίττεις, ἵδιὰ τὴν μίαν ἐνέργειαν καὶ δόξαν ἀνκόπτων (84)· ὅτι δὲ ὑδατὶ χρήται πρὸς τὸν τῶν σωμάτων καθαρισμὸν, διὰ τοῦτο τῆς τοῦ ὑδάτος ἰσοτιμίαν ἀξίον ἐλογίσω (85) τὸ Πνεῦμα. Καὶ τὴν μὲν ἰατρικήν, ὅλαις χρωμένην, οὐχ ἰσαξεν ταῖς ὕλαις λέγεις, ἀλλὰ κυριευτικήν τῶν ὑλῶν· τὸ δὲ θεῖον Πνεῦμα, χρώμενον ὑδατὶ πρὸς τὴν τῶν ἁμαρτιῶν ῥύπων ἀπαλθαρσιν, εἰς τὴν τοῦ ὑδάτος ἀδοξίαν καὶ ταπεινίαν καταδέληκας· ὑδάτος, ὃ πρὸς κοινὴν χρήσιν ἀπέται καὶ δυσσεβῶν· ὑδάτος, ᾧ μολυσμοὶ σωμάτων πάντες ἀποκαθαίρονται. Ἐὰν δὲ καὶ τὸ τοῦ πυρὸς δι᾽ ὑμῆς, οἷον ἀννοῦσαι τετυμπάνη; Θαυμάζω τὴν ἀπόνοιαν, εἰ μὴ δεδοίκας (86) δυντως τὸ πῦρ. Βαπτίζει Χριστὸς ἐν Πνεύματι τοὺς ἀξίους ἀγιασμοῦ· τοὺς δὲ ἀναξίους ἐπὶ τὸ πῦρ παραπέμπει, τοὺς ἀλλοτρίους τοῦ ἀγαθοῦ τῷ κακῷ παραδιδούς. Διὰ τοῦτο σοι ἄρα τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἀδελφὰ καὶ ὁμόκωπα καὶ κοινωνὰ (87) φαίνεται. Καὶ ἡμῶν μὲν ἐπιδεικνύτων ἐνέργειας τὰς αὐτὰς Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, οὐχ ὁρᾷς τὴν ἕνωσιν, οὐδ᾽ ὅτε κατ᾽ ἰδίαν ἐν Θεοῦ δόξῃ τὸ Πνεῦμα κηρύσσεται, συνεικὶ τὴν θεϊκὴν δόξαν ἐπ᾽ αὐτοῦ, λεγόντων τῶν ἀποστόλων, Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον, ὡς οἱ προφῆται, Τάδε λέγει Κύριος. Καὶ Κυρίου πείραν λεγόντων τὴν τοῦ Πνεύματος πείραν, ὅτε φησὶ πρὸς τοὺς πειράζοτας ὁ Πέτρος· Τί ὅτι συνεφρονήθη ὑμῖν πειράζειν τὸ Πνεῦμα Κυρίου; καὶ πρὸς τοὺς αὐτούς· Οὐκ ἐψεύσθη ἀνθρώποις, ἀλλὰ Θεῷ.