Ancient Greek
796.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 796.1
Unproofread scanNot analysed yet
εὑροι τις ἂν. Ἄλλ' ὀρθοτέρως ἂν ἀκούσειεν ὁ (20) Δ. εὐσεβῶς τὰ θεία νοήματα τεκμαιρόμενος, λέγων πρὸς τὴν τῶν ἐναντίων ἀντίθεσιν, ὅτι, εἰ νομίσειε τις τὴν ταυτότητα εἰσάγειν ἀπὸ τῶν ὀνομάτων, τί ποιήσειεν, ὅτι ὄντα πολλά λέγεται ἢ καλεῖται; Ἐνὸς δὲ ἐστι τοῦτο, λέγοντος Κυρίῳ καὶ ἀληθεῖ Θεῷ· Ἐγώ εἰμι ὁ ὤν. Λέγονται δὲ καὶ πατέρες πολλοί, καὶ θεοί, καὶ γεννήτορες, καὶ σοφοί, καὶ δυνατοί, καὶ δημιουργοί, ἀ τῷ Θεῷ μόνῳ φύσει πρόσκειται δεῖ. Καὶ ἀγέννητα ὡσαύτως λέγονται τὰ μηδέπω γεννηθέντα, μέλλοντα δὲ γεννᾶσθαι ἢ γίνεσθαι· ὡς καὶ ἡ τῶν νεκρῶν ἀνάστασις, οὕπω γεγονία, ἀγέννητος (21), μέλλουσα δὲ εἶναι· ἡ ὡς ἀπὸ σιδήρου δακτύλιος (22) μέλλων γίνεσθαι, ἀγέννητος ἔν ἔν τῇ τοῦ σιδήρου φύσει· ἡ ὡς ὅταν ἀπὸ ὕδατος ἢ λίθου πῦρ, ἢ ἄλλης τινὸς ὕλης, ὡσαύτως τὸ τοιοῦτον γένηται πῦρ (23). Πάλιν ἀγέννητον ἀνούσιον νοοῦμεν τὸ μηδαμῇ μηδαμῶς ὄν. Εἴπερ τις ὑποαύσιον, ὑπόστασιν ἀνείλε καὶ οὐσίαν ὑπαρξιν. Ἄνούσιον, καὶ ἀνυπόστατον, τὴν μὴ ὑπάρχουσαν μητὲ οὐσίαν ὅλως σημαίνει φύσιν. Τὸ δὲ ἀνούσιον καὶ ἀνυπόστατον λέγων τις, τὴν ἐνυπάρχουσαν οὐσίαν ἐδήλωσε. Τὸ δὲ λέγειν ἀγέννητον τὸν Θεόν, ἢ ἀγέννητον μετὰ τοῦ ἄρθρου, προτάξας Θεόν, ἢ ἐπενέγκας πάλιν τὸ αὐτὸ ὄνομα, οὐχ οὐσίαν ἀνείλε, οὐδὲ τὸ εἶναι τοῦ Θεοῦ, ταύτην δὲ καὶ (24) μὴ γεγεννημένην εἶναι λέγει· ἀλλὰ μὴν οὐδὲ κτισθεῖσαν δηλοῖ τοῦ Θεοῦ τὴν οὐσίαν. Ἄλλ' οὐχ ἐπειδὴ τὸ εἶναι τοῦ Θεοῦ οὐχ ἀνείλεν, ἤδη τὸ τί εἶναι τοῦ Θεοῦ τὴν οὐσίαν ἐδήλωσεν. Οὐ λέγω ποιότητα ἢ ποσότητα, ὡς ἐκεῖνοι ἐπαγγέλλονται· ἀποδείξαι ματαιολογοῦντες· ἀλλὰ τοῦτο. πῶς (25) εἶναι δείκνυσιν τοῦ Θεοῦ τὴν οὐσίαν. ἡ τῆς ἀληθινότητος φωνὴς ὀνομασία. Τὸ δὲ πῶς εἶναι τι, καὶ αὐτὸ ἐκεῖνο ὃ ἐστιν, ὁποῖον εἶναι ἢ τί εἶναι, πολὺ μᾶλλον ἀδηλον τυγχάνει (26) ὡς ἀνεξεγνίαστον πάσῃ πίστῃ φύσει ὑπάρχειν. Εἰ γὰρ τὰ κλήματα αὐτοῦ δέδυσος πολλή, ὡς φησιν ὁ Προφήτης, καὶ αἱ ὁδοὶ αὐτοῦ ἀνεξεγνίαστοι, οὐχὡν πάντως καὶ ἀνεξερεύνητοι, κατὰ τὸν Ἀπόστολον· πῶς μᾶλλον αὐτὸς, οἷς αἱ χρήσεις καὶ αἱ ὁδοὶ τοιαῦται; Καὶ οὐ θαῦμα εἰ αὐτὸς ὁ Θεὸς τοιοῦτος, ὅπου γε τὰ (27) αὐτοῦ τοιαῦτα. Εἰ γὰρ ἂ ἤτολμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν ὀφθαλμὸς οὐχ εἶδεν, οὐδὲ ὦς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, κατὰ τὸ γεγραμμένον· πῶς μᾶλλον αὐτοῦ τοῦ τὰ τοιαῦτα παρασκευάσαντος Θεοῦ τὴν φύσιν ἀρρητοτέραν ἂν τις ἐπποι τῶν εὐσεβῶς D. (28) καὶ ἀπεριέργως εἰς αὐτὸν πιστευνόντων;