Ancient Greek
797.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 797.1
Unproofread scanNot analysed yet
2. Ἄλλα μὴν οὖν καὶ λόγοι πολλοὶ προσαγορεύονται, εἰς δὲ δὲ τοῦ Θεοῦ ἀδίδος, ὁ καὶ Θεὸς ἐν Εὐαγγελίῳ κηρύσσόμενος, δι’ οὗ τὰ πάντα ἐγένετο. Καὶ υἱοὶ Θεοῦ λέγονται πολλοὶ ἐν τῇ Γραφῇ, κατὰ τὸ, Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· καὶ πάλιν· Υἱὸς πρωτότοκός μου Ἰσραήλ. Θείαι μέντοι καὶ χαρακτήρι τινὶ υἱοθετουμένοι ἀπὸ τοῦ ἀληθινοῦ Θεοῦ, υἱοὶ θεοῦ (29) καὶ μὴ ἀληθινοί. Ἄπὸ γὰρ φύσεως καὶ ἀληθείας ὁρμᾶται τὰ πράγματα. Εἰ δὲ ὁ φύσει οὐσιωδῶς ἐξ αὐτοῦ γεννηθεὶς οὐκ ἔστι κατὰ τὴν τῶν ἀνωμοιοῦσαστῶν ἀθέτησιν, ποῦ οἱ θείαι εὐρέθησονται; Ἄλλὰ τὰ ἀνθρωπολογούμενα οἱ ἀμαθέστατοι τῇ θεότητι ἀναδὼς προσάπτουσιν, καὶ τὰς πολυμερεῖς καὶ πολυτρόπως ἡθεσίας Γραφὰς μονομερῶς ἐκλαμβάνοντες καὶ πτοῦσιν, ὁδηγεῖσθαι καλῶς· οὐκ ἀνεχόμενοι. Εὐθεῖαι γὰρ αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς· οἱ δὲ ἀσεβεῖς ἐν ταῖς εὐθείαις προσκόπτουσι. Καὶ τὸ θαῦμα, ἀφ’ ὧν ὠφελοῦνται οἱ τῇ πίστει ὑγιαίνοντες, ἀπὸ τούτων βλάπτουσι οἱ νοσοῦντες τῇ ψυχῇ, ὡς εἴπεν ὁ Ἀπόστολος. Ὅτι δὲ ψυχῆς νόσημά ἐστι τὸ κακῶς καὶ περιέργως ζητεῖν περὶ Θεοῦ, καὶ μάλιστα μετὰ ἀπιστίας, πᾶσι φανερὸν (30). Εἰ γὰρ αὐτῷ τῷ παναγίῳ Θεῷ τὰ περὶ αὐτοῦ ἀποτίθεται· πῶς τῶν προφητῶν αὐτοῦ (31) ἢ ἀποστόλων ἀκούουσιν, λεγόντων ἐν θείαις Γραφαῖς τὰ περὶ αὐτοῦ καὶ τῶν εἰς αὐτὸν μελλόντων ἐλπίζειν; Πιστεύειν γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστι. Πιστεύειν· μὴ γὰρ ἀπίστως περιεργάζεσθαι ὅ τι ἐστιν· μὴ γὰρ ὅ τι οὐκ ἔστιν. Ὁ γὰρ ἐστιν, ἦν, καὶ ἔστι, καὶ ἔσται ἀεὶ· καὶ τοῖς πᾶσι τὸ εἶναι δωρεῖται, ὡς φύσει ὢν Θεός. Τί οὖν ἀπιστεῖς, ὦ ἄνθρωπε; Ἀπιστεῖς, ὅτι ἴδιον ἔχει Υἱὸν ὁ Θεός, καὶ ζητεῖς πῶς ἐγέννησεν Θεός; Εἰ δὲ ὡπῶς ἐπὶ Θεοῦ (32) ἐπερωτῇς, πάντως καὶ τὸ ποῦ, ὡς ἐν τόπῳ, καὶ πότε, ὡς ἐν χρόνῳ συνετεπερωτήσῃας. Εἰ δὲ ἄτοπον ἐπὶ Θεοῦ τοιούτων ἐπερωτᾶν, ἄτοπώτερον ἂν εἴη τὸ μὴ πιστεύειν. Τάχα οὖτω ἐρυθρῆς ἐν ἀπιστίᾳ ὑπάρχειν. Ζητεῖς γὰρ ἵνα εὕρῃς οὐ πίστιν, ἀλλ’ ἀπιστίαν. Τοῦτο ἀληθὲς κατὰ τὸ γεγραμμένον· Εἰς κακόσυχον (33) ψυχὴν οὐκ εἰσелеύσεται σοφία. Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη. Φίλος Θεοῦ ὁ μακάριος Ἀβραὰμ καὶ εἴρηται, καὶ ἔστι. Φίλος διὰ πίστεως, φίλος ὁ ὕπαρχος Θεοῦ· οὐ δὲ ἐγδρὸς διὰ ἀπιστίας καὶ παρακοῆς Θεοῦ. Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ, ἐπίστευσεν ὡς αὐτός, καὶ οὐχ ἤπιστησεν ὡς ὑμεῖς. Διὰ τοῦτο αὐτὸς</note>