Ancient Greek
Page 198
Basilius Theol., Canon 96 (De haereticis) (fragmentum) 198
Not analysed yet
ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΑΙΡΕΤΙΚΩΝ ϙϛ Ἐρώτησις. Εἰ δεῖ μετὰ αἱρετικῶν ἢ μετὰ ἑλλήνων ἢ ἰουδαίων κατὰ συντυχίαν εὑρεθέντα που συνεσθίειν ἢ ἀσπάζεσθαι αὐτούς. Ἀπόκρισις. Τὸν μὲν ἀσπασμόν, τοῦτον δηλονότι τὸν κοινόν, ἐπ' οὐδενὸς ὁ κύριος ἀπηγόρευσεν, εἰπών· ‘Ἐὰν ἀσπάσησθε τοὺς φίλους ἡμῶν μόνους, τί περισσὸν ποιῆτε; οὐχὶ καὶ οἱ ἐθνικοὶ τοῦτο ποιοῦσι;’ Περὶ δὲ τοῦ συνεσθίειν ἔχομεν παραγγελίαν τοῦ ἀποστόλου ἐπὶ τίνων χρὴ παραιτεῖσθαι τοῦτο, εἰπόντος· ‘Ἔγραψα ἡμῖν ἐν τῆ ἐπιστολῇ μὴ συνανα-