Ancient Greek
681.2
Basilius Theol., Constitutiones Asceticae [Sp.] 681.2
Unproofread scanNot analysed yet
5. Θέλεις μαθεῖν, ἀγαπητέ, πῶς ἐμακροθύμουν οἱ ἄγιοι, καὶ οὐκ ἀπεγίνωσκον; Τὸν Ἀβραὰμ ὁ Θεὸς νεώτερον ἐκάλεσε, καὶ ἐκ τῆς Ἀσσυρίων γῆς μετέθηκεν αὐτὸν εἰς τὴν Παλαιστίνην, φήσας αὐτῷ· Σοὶ δώσω τὴν γῆν ταύτην, καὶ τῷ σπέρματί σου μετὰ σὲ καὶ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, οὕτως ἔσται τὸ σπέρμα σου, ὃ οὐκ ἐξαριθμηθήσεται. Καὶ παρέλθε πολλὰς ἐτῶν ἀριθμίας, καὶ ἐνεκρύθη μὲν αὐτοῦ ἡ φύσις, ἐν προθύροις δὲ ἡ τελευτή, καὶ οὐκ εἶπεν, ὅτι, Κύριε, ἀεὶ μοι παῖδας ἐπαγγέλλῃ, καὶ πατέρα με ἔσεσθαι πάντων τῶν ἐθνῶν (87) προλέγεις. Νεκρὰ