Ancient Greek
689.2
Basilius Theol., Constitutiones Asceticae [Sp.] 689.2
Unproofread scanNot analysed yet
C 3. Ἐν οὖν ὁ ἀσκητὴς τῆς εὐσεβείας σκοπεῖτω, εἰ μήπου κακία διὰ βληθμίας ἐνεφύλευσε τῇ ψυχῇ, εἰ μήπου ἡ νῆψις καὶ ἡ πρὸς Θεὸν ἐκτενὴς τῆς διανοίας ἀπόστασις ἐξελύθη, εἰ μήπου ὁ τοῦ Πνεύματος ἅγιασμός, καὶ ὁ ἐκείθεν ἐγγενόμενος τῇ ψυχῇ φωτισμὸς ἡμαυρώθη. Ὡς, εἴγε τὰ εἰρημένα ἀκμάζοι καλῶς, οὐδαμῶς καιρὸν ἔξει τὰ πάθη τοῦ σώματος κατεξανἰστασθαι, τῆς ψυχῆς πρὸς τὰ ἄνω (41) ἀσχολουμένης, καὶ οὐκ ἐνδιδοῦσης καιρὸν τῷ σώματι τῆς διαναστάσεως τῶν παθῶν. Εἰ γάρ, διανοουμένων ἡμῶν τι πολλάκις κατὰ τὸν βίον συντόνῳ λογισμῷ, καὶ ἡ ὀψις καὶ ἡ ὄσχη ἀνενεύρεται ἡμῖν, καὶ ὅλη ἡ ψυχὴ τοῦ ἐνθυμήματος ἐγείρεται, καταλιποῦσα τὰς αἰσθήσεις ἐρήμους, πολλῷ μᾶλλον εἰ ὁ θεῖος ἔρως ἐναχμάζοι