Ancient Greek
694.2
Basilius Theol., Constitutiones Asceticae [Sp.] 694.2
Unproofread scanNot analysed yet
ΚΕΦΑΛΑΙΟΝ Ε'. "Ὅτι προσήκει τοῖς ἀσκηταῖς ἔργα ἐπιτηδεύειν τὰ πρέποντα (66). Ἐργάζεσθαι μέντοι τοῖς ἀσκηταῖς προσήκει ἔργα τὰ πρέποντα, ὅσα καπηλείας ἀπάσης, καὶ μακροτέρων περισπασμῶν, καὶ αἰσχροκερδείας ἀπηλλάκται· ὅσα ὑπὸ στέγαις μενοῦντων ἡμῶν, ὡς τὰ πολλὰ, ἐπιτελεῖσθαι δύναται, ἵνα (67) καὶ τὸ ἔργον πληρώται, καὶ ἡσυχία φυλάττηται. Εἰ δὲ τι δεῖ διὰ τὴν ἀναγκαίαν χρείαν καὶ ὑπαίθριον ἔργον ἐπιτελεῖν, οὔδὲ τοῦτο τὴν φιλοσοφίαν κωλύσει. Ὁ γὰρ ἀκριθὴς φιλόσοφος, φροντιστήριον ἔχων τὸ σῶμα, καὶ καταγωγὴν τῆς ψυχῆς ἀσφαλῆ, κἂν ἐπ' ἀγορᾷ, ὡν τύχῃ (68), κἂν ἐν πανηγύρει, κἂν ἐν ὄρει, κἂν ἐν ἀγρῷ, κἂν μεταξὺ πλήθους πολλοῦ, ἐν τῷ ὀψιχῷ μοναστηρίῳ καθίσταται, ἔνδον συνάγων τὸν νοῦν, καὶ φιλοσοφῶν τὰ αὐτῷ πρέποντα. Δυνατὸν γὰρ καὶ οἴκοι καθημένου, ἐξω περιπλανᾶσθαι τοῖς λογισμοῖς· καὶ ἐπὶ τῆς ἀγορᾶς ὄντα, νήφοντα δὲ, ὡς ἐπ' ἐρήμιας εἶναι, πρὸς ἑαυτὸν τε καὶ πρὸς Θεὸν μόνον ἐπιστρεφόμενον, καὶ οὐ δεχόμενον τας αἰσθήσεις τοὺς ἐκ τῶν αἰσθητῶν τῇ ψυχῇ θορύβους προσπίπτοντας.