Ancient Greek
696.3
Basilius Theol., Constitutiones Asceticae [Sp.] 696.3
Unproofread scanNot analysed yet
4. Κἂν ἴδωσι τὸν ἀσκητὴν μὴ πάντῃ τοῦ σώματος ἀφειδῶς ἔχοντα, ἀλλὰ μέρει γοῦν τινὶ τὴν ὑπάρχουσαν ἔνδειαν θεραπεύοντα, λοιδοροῦσι καὶ διαβάλλουσι, καὶ πολυσίτους τινὰς καὶ λαϊμάργους ἀποκαλοῦσι, τὴν κατὰ τοῦ ἑνὸς ὕβριν καὶ παροιμίαν ἐπὶ τοὺς πάντας ἐκτείνοντες: οὐ λογιζόμενοι, ὅτι αὐτοὶ μὲν δὶς, ἕνοι δὲ αὐτῶν καὶ τρὶς τῆς ἡμέρας σιτουμένοι σιτίων τὰ παχύτατα καὶ πίστατα, ἀπείρου τε ὀχνοῦ κρεῶν ἐμφορούμενοι, καὶ οἴνου πλήθος ἀμετρον ἐγγεόμενοι, οὕτως ἐπὶ τὰς τραπέζας κεχηναντί, ὥσπερ σκύλακες μετὰ μακρὰν ἔνδειαν τῶν δεσμῶν ἀφεθέντες. Οἱ δὲ γε κατὰ ἀλήθειαν ἀσκήται τροφὴ τε ξηροτάτῃ χέχρηνται, καὶ ὀλίγον ἐχούση (83) σὺν ἀσθενείᾳ τὸ τρόφιμον, καὶ παρὰ