Ancient Greek
697.2
Basilius Theol., Constitutiones Asceticae [Sp.] 697.2
Unproofread scanNot analysed yet
#ΚΕΦΑΛΑΙΟΝ Ζ. Ὅτι οὐ χρὴ συχνὰς καὶ ἀδασαρίστους ποιεῖσθαι τὰς προόδους. 1. Χρὴ δὲ μηδέ προφάσει τῆς τῶν ἀδελφῶν ἐπισκέψεως τε καὶ συντυχίας πολλάς καὶ συχνὰς ποιεῖσθαι τὰς ἐκδημίας (ἐστι γὰρ καὶ τοῦτο διαβολικὴ τις ἐπίνοια, πειρωμένου τοῦ ἐχθροῦ διὰ (86) τῆς τοιαύτης μεθόδου τὸ εὐστάθες ἡμῶν καὶ τὸ τεταγμένον τῆς ζωῆς παραλύειν, καὶ εἰς φιληδονίας καὶ λογισμῶν ἀκαταστασίας διαφόρους ἐμβαλεῖν) · καθ’ ἡσυχίαν δὲ ἑαυτοῖς ὁμιλοῦντας, διασκέπτεσθαι τε καὶ ἐπανορθοῦν τε τῆς ψυχῆς ἀμαρτίαν. Ὁ γὰρ ἄρτι τῶν κόσμων τῇ (87) διαθέσει καταλιπὼν, ἀπὸ μὲν τῆς πρὸς τὰ καλὰ νεύσεως τὸ ἐπανεινδὲν ἔχει· οὕπω δὲ τὸ τελείων τῶν ἀρετῶν κέκτηται · πολλάκις δὲ οὐδὲ ἐξανενόηκε τὸν τρόπον τῆς αὐτῶν κατορθώσεως, ἀλλὰ δεῖται, καθ’ ἡσυχίαν ἑαυτὸν ἐπισχεσάμενος, κατιδεῖν τε τὰς ἀτάκτους τῆς ψυχῆς ὁρμὰς καὶ κινήσεις, καὶ ταύτας γενναίως ἀνταγωνισάμενος, καὶ τοῖς κρείττοσι λογισμοῖς τὰς ἀταξίας ἐπανορθώσασθαι· τάξις γὰρ ψυχῆς ἀρετῆς σύνθεμα. Ὁ τοίνυν διαπαντὸς ἐν ἀποδημίαις καὶ μεταβάσειν ὤν, καὶ ἀεὶ τὸ τῆς ψυχῆς σύνουν καὶ πεπυκνωμένον ῥιπίζων καὶ διαχέων, καὶ πρὸς τὰς ἡδονὰς τοῦ σώματος βλέπειν κατὰ μικρὸν ἐθιζόμενος, πῶς δυνήσεται κατἰδεῖν (88) ἑαυτὸν, ἢ γνῶναι τὰ μὴ καλῶς ἔχοντα, ἢ πρὸς τὸ δεόν αὐτὰ μεταρρυθμίσειν, τὴν ψυχὴν ἐτι διερεθίζων πρὸς ἐμπάθεις διαθέσεις·