Ancient Greek
699.2
Basilius Theol., Constitutiones Asceticae [Sp.] 699.2
Unproofread scanNot analysed yet
2. Ἐοίκασι δὲ καὶ τῶν ὑποζυγίων τοῖς περὶ τὰς μύλας ἐλανουμένοις, ὅ πολλὰ βαδίζοντα ἐπὶ τὸν αὐτὸν ἀεὶ τόπον εὑρίσκεται· καὶ τὸ μὲν σῶμα κόπτεται (1), τὸ δὲ βραχὺ χωρίον οὐδαμῶς ὑπερβαίνει· οὕτω κάκεῖνοι, διαπαντὸς περὶ τὰ πάθη τοῦ σώματος λυσιπόμενοι, οὐδὲν ἐπὶ τὸ πνευματικὸν ὕψος προκόπτουσι· τρέχουσι δὲ κύκλον ἀπέραντον ταῖς τοῦ σώματος ἐπιθυμίαις καὶ ἡδοναῖς ἀεὶ συνοδούμενοι (2), καὶ ἀπὸ τῶν αὐτῶν ἐπὶ τὰ αὐτὰ πάλιν φερόμενοι, καὶ τῆς πονηρᾶς δουλείας οὐκ ἀρήμενοι διὰ τὴν τῆς προαιρέσεως μοχθηρίαν. Οὗτοι, τὸ σχῆμα τοῦ προθάτου τῶν ὁρώντων δέλεαρ προβαλλόμενοι, ἔνδον τὴν λύχνην (3) καὶ κακοήθει καὶ ὀπουλὸν ἀλώπεχα κρύπτουσι, πολλοὺς δὲ καὶ παρατρέπουν ἐπὶ τὴν ἰσὴν κακίαν σπουδάσους· ὅσοι κυβερνήσεως λογισμοῦ ἀμείροντες, καὶ τῷ καλῷς καὶ κακῶς ἄγειν βραδὺς προτιθέμενοι, ταχὺ καλῶν νομίζεσθαι, ὅπερ ἐν τῷ ἢ ὀρθῶς, ἢ πιθανῶς ὑφηγήσεσθαι. Καὶ τούτους τοίνυν πρὸς τὸ οἰκεῖον καθέλκειν σπουδάσους βάρβαρον, τὴν διαστροφὴν αὐτῶν (4) οἰκεῖαν ἀπολογίαν εἶναι νομίζοντες, καὶ τὴν ἑταιρίαν τῆς πονηρίας τῶν ἐγκλημάτων ἐλάττωσιν. Τούτους οὖν ἐκ παντὸς τρόπου προσήκει φυλάττεσθαι, ὡς ἂν μήτ᾽ ἄλλους βλάψαι ἐν τῇ τοῦ ψυχικοῦ λοιμοῦ μεταδόσει, καὶ αὐτοὶ πάντοθεν εἰργόμενοι, ὡς γοῦν πρὸς τὸ καλὸν ἐπιστρέψωσι, παιδαγωγὸν τὴν αἰσχύνην λαμβάνοντες, καὶ τὴν τῶν σπουδαίων ἀποστροφὴν νοουθεσίαν εἰς τὴν τῆς κακίας ἀπαλλαγὴν. Τοῦτο γὰρ καὶ ὁ Παῦλος ἐδίδαξε, λέγων περὶ τῶν μηδὲν ἐργαζομένων ἀλλὰ περιεργαζομένων· Τοῦτον, φησὶ, σημειούσθε, καὶ μὴ συναμιγνύυσθε αὐτῷ, ἵνα ἐντραπῇ.