Ancient Greek
702.2
Basilius Theol., Constitutiones Asceticae [Sp.] 702.2
Unproofread scanNot analysed yet
ΙΒ ΚΕΦΑΛΑΙΟΝ ΙΒ. “Ὅτι οὐ χρή πρὸς εὐτραπελίαν (19) βλέπειν τὸν ἀσκητήν. Εὐτραπελίας ἀπάσης ἀπέχεσθαι προσήκει. Πολλὰ γὰρ συμβαίνει τοὺς περὶ τὰ τοιαῦτα ἀσχολουμένους τοῦ ὀρθοῦ λόγου διαμαρτάνειν, τῆς ψυχῆς πρὸς γελιοιασμὸν διαχεομένης, καὶ τὸ τῆς φρονήσεως σύννουν καὶ πεπυκνωμένον καταλυσούσης. Πολλάκις δὲ τὸ κακὸν ὀββὶ βαδίζον καὶ εἰς αἰσχρολογίαν καὶ ἀπαπίαν τὴν ἄχαλιν καταλέυσεν, ὡς μὴ συμβαίνειν κατὰ παντὸν ψυχῆς νῆφιν καὶ εὐτραπελίας διάχυσιν. Εἰ δὲ πού καὶ δεῖ, ὥστε μικρὸν ὑπαίνειν τὸ σκυθρωπόν, διὰ τῶν λόγων φαιδρύνεσθαι, ἔστω ὁ λόγος ὑμῶν χάριτος γέμων πνευματικῆς, καὶ τῷ εὐαγελικῷ ἄλατι ἁρτυμένος, ἵνα τῆς ἔνδον (20) σοφῆς οἰκονομίας τὴν εὐωδίαν ἐπιφέρῃται, καὶ διπλῶς εὐφραίνῃ τὸν ἀκροατήν, τῇ τε ἀνώσει τῇ τε τῆς συνέσεως χάριτι.