Ancient Greek
704.2
Basilius Theol., Constitutiones Asceticae [Sp.] 704.2
Unproofread scanNot analysed yet
2. Ὅταν δὲ ὁ διάβολος ἐπιβουλεύειν ἐπιχειρῇ, καὶ μετὰ πολλῆς τῆς σφοδρότητος ὡσπερ τινὰ βέλη πεπυρωμένα τοὺς παρ’ αὐτοῦ (34) λογισμοὺς ἐνένην ἠσυχάζουσι καὶ ἡρεμοῦσι βιάζεται τῇ ψυχῇ, καὶ ταύτην αἰφνίδιον ἐμπίπτει, καὶ χρονίας καὶ δυσεκλύτους τὰς μνήμας τῶν ἅπαξ ἐμβληθέντων ἐργάζεσθαι τῇνικαῦτα νήψει καὶ προσοχείᾳ (35) συντονωτέραν τὰς τοιαύτας ἐπιβουλὰς ὑπεξεῖσθαι δεῖ, καθάπερ ἀθλητοῦ τινος ἀκριβεστάτῃ φυλακῇ καὶ τάχει σώματος τὰς λαβὰς τῶν ἀντιπάλων ἐκτρέχειν ποιοῦντος καὶ τὴ πᾶν τῇ προσευχῇ καὶ τῇ ἐπιλαβῇ τῆς ἀνωθεν συμμαχίας διδόναι τὴν τοῦ πολέμου (36) καθάρσειν καὶ τὴν τῶν τοξευμάτων ἀποτροπήν. Τοῦτο γὰρ ἡμᾶς ὁ Παῦλος ἐδίδαξεν λέγων· Ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνηθήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι. Κἄν τοίνυν ἐν αὐταῖς ταῖς προσευχαῖς ὑποβάλλῃ (37) τὰς πονηρὰς φαντασίας, μὴ ἀρισταθῶ ἡ ψυχὴ τοῦ προσεύχεσθαι, μηδὲ οἴσθω οἰκεῖα εἶναι γεωργία τὰς πονηρὰς τοῦ ἐχθροῦ ἐπισπορὰς, καὶ τὰς τοῦ ποικίλου θαυματοποιοῦ φαντασίας· ἀλλὰ λογισαμένη τῇ ἀναίδει τοῦ τῆς πονηρίας εὕρετο τῶν ἀτόπων ἐννοιῶν φαντασίαν γίνεσθαι, μᾶλλον (38) ἐπιτείνετω τὴν πρόσπευσιν, καὶ