Ancient Greek
711.2
Basilius Theol., Constitutiones Asceticae [Sp.] 711.2
Unproofread scanNot analysed yet
4. Σὺ δὲ τέθνηκας μὲν, καὶ ἐσταύρωσαι τῷ κόσμῳ C παντὶ. Ἀποταξάμενος γὰρ τῷ ὑλικῷ πλούτῳ, τὴν ἀκτησίαν ἠγάπησας· σεαυτὸν δὲ ἀναθεὶς τῷ Θεῷ, κειμήλιον γέγονας τοῦ Θεοῦ. Ὡς τεθνεώς, ἐλεύθερος εἶ πάσης τῆς περὶ τοὺς συγγενεῖς εἰσφοράς· ὡς ἀκτήμων, οὐδὲν ἔχεις ὁ χορηγήσαι. Καὶ αὐτὸ δὲ τὸ σῶμα καρποφόρησας, καὶ οὐδὲ ἑκείνου λοιπὸν ἔχων τὴν ἔξουσίαν ὡς ἀναθήματος, οὐ θέμις σοι (70) εἰς ἀνθρώπων χρείαν εἶναι· μόνοις δὲ τοῖς ὁμοτρόποις ὡς καὶ αὐτοῖς Θεῷ τὸ πᾶν ἀνακειμένους συμπολιτεύεσθαι. Πόθεν οὖν σοι ἀρμόζει τὰ μνημονευθέντα ῥήματα τῆς ἁγίας Γραφῆς; ἢ πῶς οὐχ ἁμαρτήσεις τὰς ἑαυτοῦ ὁμολογίας περὶ τὴν ἀκτησιν ἀθετῶν; αὐτ quomodo peccaturus non es, si fœdus, quod tu facias?