Ancient Greek
714.2
Basilius Theol., Constitutiones Asceticae [Sp.] 714.2
Unproofread scanNot analysed yet
4. Ὥστε σωφρονισθεὶς ὁ τοιοῦτος τοῖς ὑποδείγμασι, στερεῶται τὴν ἁρμονίαν τοῦ Πνεύματος, ἣν ἑαυτῷ (88) περὶ τὰς πρώτας σπαργανώσεις τῆς οὐρανίου κυήσεως συνηρμόσατο. Οὐδὲ γάρ, εἰ συμβαίη ἐπὶ τῆς χειρὸς ἕνα τῶν δακτύλων παιρεῖν τι τῶν ἀνιарῶν, ἤδη καὶ ὁ ἕτερος ἐκπηγίσειν φιλοινῆσαι· ἀλλὰ φεύξειαν μὲν πρῶτον τὸ ἀλγεινὸν τῆς τομῆς, ἔπειτα δὲ καὶ στερεῶς παραμενεῖ, ὥστε καὶ τὴν τοῦ κινδυνεύοντος ἀντεισφέρειν χρείαν τῷ σώματι, καὶ μὴ πάντα τὴν χεῖρα τῶν φυσικῶν κλάδων ἀφαιρεθῆσαν ἀποσῦλθῆναι τοῦ οἰκείου κόσμου καὶ προσφυοῦς. Μετένεγκε τοίνυν ἐπὶ τὴν ἀσκητὴν τὸ ὑπόδειγμα, καὶ σκόπησον ὅσον ἄλγος καὶ ἀσχαμίαν ταῖς αἰσθητικαῖς ψυχαῖς τῇ ἀποκοπῇ κατεργάζεται, καὶ ὅπως ἑαυτὸν νεκρὸν καὶ ζωῆς ἀμέτοχον ἀποφαίνει. Ὅτι δὲ ὁ ἀρχηγούμενος οὐκ ἂν ἐλοιτο τὸν αὐτὸν μαθητευόμενον πρὸς πονηρίαν ἐνάγειν, ὥστε τὴν πονηρὰν ἀγωγὴν τοῦ διδασκάλου πρόφασιν τῷ μαθητῇ χωρισμοῦ γενέσθαι καὶ ἀποστάσεως, οὕτως, εἰ δοκεῖ, σκεψώμεθα. Τί μὲν πατήρ; τί δὲ διδάσκαλος; Παιδοτρίβης ἑκάτερος. Ὁ μὲν γὰρ τῷ παιδί, ὁ δὲ τῷ μαθητῇ εὐχεσθαι τε καὶ χρεῖσθαι καὶ βουλεύεσθαι διεσπουδάζει. Φύσις μὲν γὰρ παρὰ σιν εὐχεσθαι τοὺς παῖδας ὡς βελτίστους καὶ φρονιμωτάτους γενέσθαι, κοσμιωτάτους τε καὶ μετριωτάτως, ἵνα οἱ μὲν παῖδες εὐδοκιμοῦσι, οἱ δὲ πατέρες εὐχλεέστεροι γένοιτο τῇ ἐπ’ αὐτοὺς ἀναφορᾷ τῶν καλῶν τοῦ παιδός· σπουδὴ δὲ καὶ παιδοτρίβαις ἀξιωωτάτους τε καὶ τεχνικωτάτους τοὺς ὑπ’ αὐτῶν ἀσχοῦμένους γενέσθαι, ἵνα, ῥώμῃ καὶ ἐμπειρίᾳ περιδείον τὸ ἀγώνισμα ποιήσαντες, λαμπροὶ νικηταὶ τῶν ἀντιπάλων ἀποδειχθῶσι, καὶ ἡ τούτων ἔννομος ἀθλησις (89) τῶν καθηγουμένων σαφὴς ἐπαίνος γένηται. Φύσις δὲ παντὶ τῷ διδάξαντι προηρημένῃ τὸ θέλειν εἰς ἀκριβεστάτην κατάληψιν ἀφικέσθαι τῶν διδαγμάτων τοὺς μαθητάς. Τῆς τοίνυν τῶν πατέρων (90) φύσεως τοῦτον ἐπεχούσης τὸν λόγον, πῶς οὐκ ἂν καλὸ τῆς ὁσιότητος παιδεύτης τὸν παρ’ αὐτοῦ παιδευόμενον εὐξαῖτο ἀκακωτάτον τε καὶ σωφρονέστατον τὴν πνευματικὴν σοφίαν ἀποδειχθῆναι; καίπερ σαφῶς ἐπιστάμενος, ὅτι, τοιούτου γενομένου τοῦ μαθητοῦ, καὶ παρὰ ἀνθρώποις εὐχλεὴς ἔσται, καὶ παρὰ τοῦ Χριστοῦ λαμπροὺς ὑποδέξεται (91) τοὺς στεφάνους, ὡς τοὺς οἰκέτας αὐτοῦ, μᾶλλον δὲ εἰπεῖν, ἀδελφούς, ἐπειδὴ καὶ τοῦτο Χριστὸς εἶπετο, εἰδὼς τὴς πρὸς αὐτὸν οἰκειώσεως διὰ τῆς αὐτοῦ ἐπιμελείας ἀπεργασάμενος.