Ancient Greek
715.1
Basilius Theol., Constitutiones Asceticae [Sp.] 715.1
Unproofread scanNot analysed yet
χρῆσεως καιρὸν πανηγύρεως ὁ ὑψηγούμενος, καὶ ἐπὶ τοῦ πανδήμου τῶν οὐρανίων ἀθροίσματος (92) οὐχ αἰσχύνεται μόνον, ἀλλὰ καὶ χολασθήσεται. Πόθεν οὖν ἐγγενήσεται τὸ μὴ οὐχὶ θελῆσαι τὸν καθηγούμενον κόσμιόν τε καὶ ἐπιεικῆ γενέσθαι τῶν οἰκετῶν ὁμιλητήν; Καὶ ἄλλως δὲ ἀλυσιτελὴς τῷ διδασκάλῳ ἢ τοῦ μαθητοῦ πονηρία. Ἐπειδή γὰρ τὴν πρὸς ἀλλήλους ἑκάτερος (93) συμβίωσιν εἰλοντο, ἥς ἂν μετάσχῃ πονηρίας ὁ μαθητής, τῶν ταύτης καρπῶν πρώτον μεταδίδωσι τῷ διδασκάλῳ· ὥσπερ τὰ ἰοβόλα τῶν ἑρπετῶν τοῖς θάλπουσι πρώτων ἐνθίσι τὸν ἴδυν· ως εἶναι πάντοθεν δῆλον, ἐκ τε τῆς φύσεως τῶν πραγμάτων, ἐκ τε τοῦ λυσισσέλουστος τῷ ἄγοντι, ὅτι εὔξεται, καὶ πάντα τρόπον σπουδάσει, ἐπιεικῆ τε καὶ κόσμιον τὸν ὑπ’ αὐτῷ παιδευόμενον καταστήσαι. Κι μέν γὰρ ἢν κακίας καὶ πονηρίας ἀλείψῃται, πρὸς τοῦτο πάντως ἄγειν ἂν τὸ πέραν τοὺς παρ’ αὐτοῦ ἀκροωμένους ἐσπουδακεν· εἰ δὲ ἀρετῆς καὶ δικαιοσύνης ἐστὶ παιδευστής, οὐχ ἂν ἐναντίον οἴμαι τοῖς οἰκείοις σπουδάσειε τὸ πέραν ἐπὶ τῶν μαθητευομένων (94) ἐκθῆναι ἐλοιο. Ἄπασα τοίνυν πρόφασις εὐλογος τῷ βουλομένῳ χωρίζεσθαι πνευματικοῦ συστήματος περιήσθηται. Αἰτία δὲ αὐτῇ ἀπεδείχθη τῆς τοιαύτης γνώμης ἢ τῶν παθῶν ἀκρασία, καὶ ἢ περὶ τοὺς πόνους ὀλιγωρία, καὶ τὸ τῆς κρίσεως σαθρόν (95) καὶ ἀβέβαιον. Οὐ γὰρ ἤκουσεν οὗτος παρὰ τοῦ προφήτου Δαβὶδ, ὅτι Μακάριοι οἱ φυλάσσοντες κρίσιν· οἱ φυλάσσοντες, οὐχὶ οἱ καταλύοντες. Οὗτοί εἰσιν οἱ τοῖς μωροῖς ὁμοιωθέντες, οἱ ἐπὶ τῆς ψάμμου, τῆς κατὰ τὴν γνώμην ἀβεβαιότητος, τὸν θεμέλιον τῆς πνευματικῆς τιθέντες οἰκοδομῆς, ὡν ὀλίγαι ψεχάδες πειρασμῶν, καὶ βραχὺς χειμάρρος τῶν τοῦ πονηροῦ ἐφόδων (96), ὑπελκύσας τὴν ὑποβάθραν, διέλυσε τε καὶ διεσκόρπισεν.