Ancient Greek
716.2
Basilius Theol., Constitutiones Asceticae [Sp.] 716.2
Unproofread scanNot analysed yet
2. ζηλοῦν δὲ προσῆκει μάλιστα τὴν τῶν ἁγίων εὐπειθείαν, ἣν περὶ τὸν Θεὸν ἐπεδείξαντο, εἰ γε μελοῦμεν ἄρχουσι ὑποδείγματι περὶ τὴν ὑπόθεσιν χρῆσθαι, καλῶς τὴν ὑπακοὴν ἀπεργάζεσθαι. Καὶ μηδὲς οἴεσθω με κρατοῦντα ἐθέλοντα τὴν περὶ τοὺς ἡγουμένους εὐπειθείαν, ὑπέρχογα παραξὺν τὰ ὑποδείγματα, καὶ τῇ πρὸς τὸν Θεὸν ὑπακοῇ τολμᾶν αὐθῶς παρακλᾶζειν τὴν πρὸς (2) τοὺς ἀνθρώπους εὐπειθείαν. Οὐ γὰρ οἴκοθεν ὀρμηθείς, ἀλλ’ ἀπ’ αὐτῶν τῶν θείων Γραφῶν, ταύτην τὴν εἰκασίαν πεποιήμαι. Σκόπτησον γὰρ τί ὁ Κύριος ἐν Εὐαγγελίοις φησίν, τὴν περὶ τοὺς ἑαυτοῦ δούλους θεσπίζων ὑπακοήν· Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται· καὶ πάλιν ἐτέρωθι· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει· καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ. Ὅτι δὲ τοῖς ἀποστόλοις εἴρηκε, περὶ πάντων τῶν μετ’ αὐτοὺς καθηγησομένων ἐνωμοθέτησεν, ἐκ πολλῶν καὶ ἀναμφιλέκτων μαρτυριῶν τῆς θείας Γραφῆς καὶ τεκμηρίων ἐναργεστάτων ἐστὶ παραστήσαι. Ὥστε ἀκολούθως καὶ ἡμεῖς τοῖς θείοις θεσπίσμασι τοὺς λόγους ἐποιήσαμεθα, φήσαντες δεῖν τὴν τῶν ἁγίων περὶ τὸν Θεὸν εὐπειθείαν ὑπόδειγμα τῆς περὶ τοὺς προστάτας ὑπακοῆς ἑαυτοῖς (3) προτιθέναι. Πῶς οὖν οἱ ἅγιοι τῇ δεσπότῃ τὴν εὐπειθείαν ἐπεδείξαντο; Σκόπτησόν μοι τὸν Ἀβραὰμ κελευόμενον καταλιμπάνειν οἶκον, πατρίδα, περιουσίαν, κτήματα, συγγενεῖς, φίλους καὶ ἐπὶ τούτοις (4) διώκειν τὰ ἐναντία, τὴν ξένην, τὸ ἀνεπίγνωστον, τὴν πλάνην, τὴν πενίαν, τοὺς φόβους,