Ancient Greek
724.2 to 724.7
Basilius Theol., Constitutiones Asceticae [Sp.] 724.2-7
Unproofread scanNot analysed yet
ΚΕΦΑΛΑΙΟΝ Α'. Ὅτι οὐ χρὴ ἐνδυμάτων ἢ ὑποδημάτων ἐκλογή ἐπιζητεῖν τὸν ἀσκητήν. Ἐνδυμάτων μέντοι ἢ ὑποδημάτων μὴ τὰ ἐκλεκτὰ ἐπιζητεῖν, ἀλλ’ αἱρεῖσθαι τὰ εὐτελέστερα, ἵνα καὶ κατὰ τοῦτο τὴν ταπεινοφροσύνην ἐπιδείξωμεθα, καὶ μὴ καλλωπιστῶν, καὶ φιλαύτων, καὶ ἀφιλάδελφων δόξαν ἀπενεγκώμεθα. Ὁ γὰρ τῶν πρωτείων ἐπιμένος ἀγάπης καὶ ταπεινοφροσύνης κεχώρισται. ΚΕΦΑΛΑΙΟΝ ΑΑ'. Ὅτι δεῖ τὸν προεστῶτα ἀνάλῳγα τῆς τοῦ σώματος δυνάμεως ὁρίζειν τὰ ἐπιτεταγμένα· καὶ περὶ τῶν ἀποκρυπτόντων τὴν ἑαυτῶν δύναμιν. Τὸν μέντοι προεστῶτα προσέχειν χρὴ, ὅπως ἂν μὴ, τῆς τοῦ σώματος δυνάμεως μείζω τὰ ἐπιτάγματα ποιησάμενος, πρὸς ἀντιλογίαν τὸν ἀσθενῆ διερέθη· ἀλλ’ ὡς πατὴρ ἅπασιν ὁμοίως εὐνοῶν καὶ γνήσιος, ἑκάστου τὰς δυνάμεις ἐπισκοπεῖσθαι τοῦ σώματος, καὶ οὕτως ἐπινέμειν καὶ διακληροῦσθαι