Ancient Greek
725.2
Basilius Theol., Constitutiones Asceticae [Sp.] 725.2
Unproofread scanNot analysed yet
ΚΕΦΑΛΑΙΟΝ ΛΒ. Ὅτι οὐ δεῖ τοὺς ἀδελφοὺς λυπεῖσθαι, τῶν ἀσθενεστέρων φειδoῦς ἀξιοῦμένων. Μὴ μέντοι τοὺς ἀδελφοὺς λυπεῖσθαι καὶ ἀγανακτεῖν, ἐπειδὰν τοῖς ἀσθενεστέροις ὁ προεστὼς τὰς ἀρμοούσας ἐγχειρίζῃ (50) διακονίας, καὶ φειδοῦς ἀξίωσῃ τούτους, οὕτω τῆς χειρός εἰσῃγουμένης· ἀλλὰ τοὺς δυνατωτέρους ὡς μελῶν ἀσθενεστέρων φειδεσθαι τῶν δεομένων φειδοῦς, καὶ ταύτην τὴν πνευματικὴν (51) ἀγάπην πληροῦν. Οὐδὲ γὰρ ὁ πούς ἐν τῷ σώματι τῆς χειρὸς κατεξανασταίη, ἢ καὶ ταύτην εἰς τὴν οἰκείαν διακονίαν βιάζοιτο, οὐδὲ ἡ χεὶρ σύμπασα τῷ μικροτάτῳ δακτύλῳ τῆς οἰκείας ἐνεργείας ἐπιθήσει τὸ ἔργον· ἀλλ’ ἕκαστον τῶν μελῶν ἣν ἔλαχε παρὰ τῆς φύσεως δύναμιν, ταύτην ἐνεργεῖ διαδασταζῶν τὰ ἀσθενέστερα. Ταύτης τῆς τάξεως ἐν πνεύματι συστήματι φυλασσόμενης, δεῖχθήσεται, ὅτι δυντες ἐσμὲν σῶμα Χριστοῦ, καὶ μῆλη ἐκ μέρους, τὴν ἁρμονίαν τῆς συναφείας καὶ τὴν πρὸς ἀλλήλους ἀπασιαστον ἕνωσιν διαπαντὸς φυλάττοντες.