Ancient Greek
728.1
Basilius Theol., Constitutiones Asceticae [Sp.] 728.1
Unproofread scanNot analysed yet
A ἡ ἀγάπη ἐστιν, ὁ τὴν ἀγάπην οὐκ ἔχων τῆς θείας ἐστέρηται χάριτος. 2. Ἐν ταπεινοφροσύνῃ δὲ πάσῃ, καὶ ἀγιασμῷ, καὶ ἐτοιμότητι τῇ περὶ τὰς ἀγαθὰς πράξεις τὴν ἑαυτοῦ ψυχὴν ἕκαστον συντηροῦντα, πρὸς τὰ παρόντα συγκλείειν τὸν λογισμόν, σκοποῦντα, ὅπως ἂν μὴ, κατὰ τὸν παρόντα (67) καιρόν, τινὸς τῶν τοῦ Θεοῦ θελημάτων διαμαρτήσῃ, καὶ τὴν ἔνστασιν τῆς πολιτείας σπαράξῃ. Ἡ γὰρ τοιαύτη κατάστασις τῆς ψυχῆς παντὸς μὲν μεταωρισμοῦ ἀπαλλάξει ἡμᾶς, ἐν εὐλαβείᾳ δὲ καὶ ἐδραίῳ φρονήματι πᾶσι τοῖς καλοῖς παρασκευάσει συνέπεσθαι, τοῦτο καὶ πρὸ πάντων (68) ἐν τῇ ψυχῇ καθιδρύσας, ὅτι ὁ Θεὸς ἀγαθός, καὶ πάντων ἀγαθῶν αἴτιος, κακοῦ δὲ οὐδὲ ὀπωστιοῦν οὐδενός, κἂν ἡμεῖς πρὸς τὴν χρείαν τῆς διορθώσεως B δριμυτέρας τῆς θεραπείας γεγώμεθα. Ἰατρὸς γὰρ ὢν ὁ Θεὸς τῶν ἀνθρωπίνων ψυχῶν, πρὸς τὴν φύσιν τῶν νοσημάτων τὴν τῶν φαρμάκων κίνησιν δύναμιν ἰκανὴν, ἐκκαθάρας (69) βαθυτάτην κακίαν, ὅταν τοῦτοῦ δεήσῃ. Τοῦτο γοῦν εἰδότες σαφῶς, εὐχαριστῶμεν ἀεὶ, κἂν ἀφροτέρας τῆς θεραπείας ἐμπισθάνωμεθα, τὰς ὀλιγωρίας καθαριζόμενοι (70). Τὸ δὲ διὰ πει-ρασμῶν καὶ δοκιμασιῶν ὑπομένειν ὀλίγων σφόδρα καὶ Ἀβραμιαίων ἀνθρώπων. Ταῦτα μὲν οὖν ὅσα ἡ τοῦ Θεοῦ χάρις τῇ ταπεινότητι τῆς ἡμετέρας διανοίας ἐπεχορήγησεν εἰς παρακλῆσιν ὑμῶν (71) τῶν τὸν κοι-νωνιχὸν βίον ἀσπασαμένων. Οὕπερ, ὡς ὁ λόγος ἐδή-λωσε, καὶ ἡ ἡμετέρα κατεῖδε διάνοια, οὐδὲν οὔτε λαμπρότερον, οὐδὲ χαριέστερον, οὔτε ὑψηλότερον εὐ-ρεθεῖν ἂν ἐν ἀνθρώποις πολιτεύμα. Ἐπειδὴ (72) δὲ καὶ τοῖς τῷ μοναδικῷ βίῳ προσέχουσι τὴν ἐνοῦσαν παράκλησιν εἰσηγέχαμεν, εἰς δὲ καὶ ὁ αὐτὸς ἐκaté- ροις σκοπός, τὸ εὐαρεστήσαι τῷ Χριστῷ, καὶ συγγενὴ τὰ περὶ τούτων παιδεύματα, καλέειν τὸν λόγον ἐπιώμεν. Ἴσως γὰρ τι καθεῖθεν τοῦτο τῷ λόγῳ συν-εἰσενχθήσεται χρήσιμον, λαμπρύνειν ἐπιπλέον καὶ διακοσμεῖν τὴν πολιτείαν δυνάμενον (73).