Ancient Greek
771.1 to 771.33
Basilius Theol., De Baptismo Libri Duo 771.1-33
Unproofread scanNot analysed yet
παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἰκανοὶ ἔσονται idonei 62. »καὶ ἑτέρους διδάξαι. »ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑΔΟΚΙΑΣ, ΠΕΡΙ ΒΑΠΤΙΣΜΑΤΟΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ. ΛΟΓΟΣ Α'. "Ὅτι δεῖ πρῶτον μαθητευθῆναι τῷ Κυρίῳ, καὶ τότε καταξιωθῆναι τοῦ ἁγίου βαπτίσματος. 1. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀπολαβὼν τὴν ἐπαγγελίαν τοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ, εἰπόντος διὰ Δαβὶδ τοῦ προφήτου · «Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε · ἀλ- ήθησα παρ' ἐμοῦ, καὶ δῶσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, »προσλαβόμενος τοὺς ἑαυτοῦ μαθητάς, φανεροῖ αὐτοῖς πρῶτον τὴν δοθεῖσαν αὐτῷ ἐξουσίαν παρὰ τοῦ Πατρὸς, εἰπών · «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς · »καὶ τότε ἀποστέλλει αὐτούς, λέγων · «Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος · διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλάμην ὑμῖν. »Ἐπεὶ οὖν, προστάξαντος τοῦ Κυρίου πρῶτον, «Μαθητεύσατε πάντα τὰ ἔθνη, »καὶ τότε ἐπαγαγόντος, «Βαπτίζοντες αὐτούς, »καὶ τὰ ἕξης, ὑμεῖς μὲν, τὸ πρῶτον σωφρησάντες, τοῦ δευτέρου τὸν λόγον ἡμᾶς ἀπητήσατε · ἡμεῖς δὲ λογισάμενοι παρ' ἐντολὴν τοῦ Ἀποστόλου ποιεῖν, ἐὰν μὴ εὐθὺς ἀποκρινώμεθα, εἰπών- τος · «Ἑτοιμοὶ ἔσεσθε πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντι (29) ὑμᾶς λόγον · »παρεδύχαμεν τὸν λόγον τοῦ κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου βαπτίσματος, ἔχοντος δόξαν ὑπὲρ τὸ τοῦ μακαρίου Ἰωάννου · μνημονεύσαντες ὀλίγα ἐκ πολλῶν τῶν περὶ αὐτοῦ