Ancient Greek
776.38 to 776.50
Basilius Theol., De Baptismo Libri Duo 776.38-50
Unproofread scanNot analysed yet
Χριστοῦ, εἰ γε μὴ εἰς κενὸν ἐδέξαμεθα τὴν τοιαύτην χάριν, ἔπειτα (49) ἀποταξάμενοι οὐ μόνῳ τῷ κόσμῳ καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ, ἀλλὰ καὶ τοῖς πρὸς ἀλλήλους δικαίοις καθήκουσιν, ἔτι δὲ καὶ τῇ ἑαυτῶν ζωῇ, ὅταν τι τούτων ἀφέλη ἡμᾶς ἀπὸ τῆς ὀφειλομένης τῷ Θεῷ ἀμεταωρίστου καὶ ταχεῖας ὑπακοῆς, οὕτω καταξιούμεθα μαθηταὶ τοῦ Κυρίου γενέσθαι· παιδεύομεν γὰρ ὑπὸ τοῦ Μωϋσέως καὶ τῶν προφητῶν, εὐαγγελιστῶν τε καὶ ἀποστόλων, τὴν τε ἐν ἀρχῇ τοῦ Θεοῦ διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ ποίησιν πάντων ἑρατῶν τε καὶ ἀοράτων, τὰ τε ἱστορούμενα ἐν ταῖς θεοπνεύστοις Γραφαῖς τῆς τοῦ Θεοῦ χρηστότητος καὶ ἀποτομίας ἐν πολλῇ μακροθυμίᾳ, πρὸς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ καὶ παιδείαν ἡμετέραν· τὰς τε προφητείας