Ancient Greek
781.2
Basilius Theol., De Baptismo Libri Duo 781.2
Unproofread scanNot analysed yet
5. Ὡς ἐκ πάντων φανερὸν εἶναι τὴν ὑπερβολὴν τοῦ κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ βαπτίσματος · ἣν εἰ καὶ πρὸς δέξιν κατανόησιν ἀδύνατον, κατὰ δύναμιν γοῦν, καὶ ταύτην, ὡς ἂν ὁ Θεὸς ἱκανώση, ἐξ αὐτῶν τῶν γεγραμμένων εἰπεῖν εὐσεβὲς καὶ ὠφέ-λιμον. Τὸ μὲν οὖν διὰ Μωϋσέως παραδοθὲν βάπτι-σμα πρῶτον μὲν ἐπεγίνωσκε διαφορὰν ἁμαρτημά-των · οὐ γὰρ πάντα τὰ ἁμαρτήματα εἶχε τὴν χάριν τῆς ἀφέσεως · ἔπειτα δὲ θυσίας ἐπέζητει διαφόρους, ἱερουδολογεῖτο περὶ ἀγνισμοῦ, ἀφώριζεν ἕως καιροῦ τὸν ἐν ἀκαθαρσίᾳ καὶ μολυσμῷ, παρατήρησιν ἐποι-εῖτο ἡμερῶν καὶ ὡρῶν · καὶ τότε τὸ βάπτισμα παρ-ελαμβάνετο (72), ὥσπερ ἐπισφράγιγμα τοῦ καθαρι-σμοῦ. Τὸ δὲ Ἰωάννου βάπτισμα πολυπλάσιον εἶχε τὸ πλεῖον. Οὐδεμίαν γὰρ ἐποιεῖτο διάκρισιν ἁμαρτη-μάτων, οὐ διαφορὰν ἐπέζητει θυσιῶν, οὐκ ἀχριβείαν ἐποιεῖτο ἀγνισμοῦ, οὐ παρατήρησιν εἶχεν ἡμερῶν ἢ ὡρῶν. Καὶ κατ’ οὐδὲν εἰς μηδὲν ἀναβολὴν γινομένην ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ ἄμα τὸ προσ-ῆλθε τις ἐξομολογούμενος τὰς ἁμαρτίας, ὅσας δήποτ’ οὖν καὶ ὅσας δήποτ’ οὖν · καὶ ἐβάπτιζετο ἐν τῷ Ἰορδάνῃ ποταμῷ, καὶ εὐθὺς ἐλάμβανεν τὴν ἀφεσιν τῶν ἁμαρτη-μάτων. Τὸ δὲ τοῦ Κυρίου βάπτισμα λόγον μὲν ἔχει κρεῖττονα παντὸς ἀνθρωπίου, δόξαν δὲ ἀνωτέραν πάσης ἐπιθυμίας καὶ εὐχῆς ἀνθρωπίνης, ὑπερβο-λὴν δὲ χάριτος (73) καὶ δυνάμεως πλείονα ἢ ὅσον ἥλιος ἀστέρων ὑπερέχει. Μᾶλλον δὲ τὰ μνημονευ-θέντα τῶν ἁγίων ῥητὰ ἀφορτότερον παρίστησι τὴν ἀσύγκριτον ὑπεροχὴν. Ἄλλ’ οὐ διὰ τοῦτο σιωτῆσαι· χρή, αὐτοῖς δὲ τοῖς ῥήτοις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὀδηγοῖς χρώμενοι (74), καὶ ὥσπερ δι’ ἐσ-όπρου καὶ ἐν ἀνίγματι ὀδηγούμενοι εἰπεῖν ἀναγ-καῖον, οὐχ ἵνα τῇ ἡμετέρα ἐρμηνείᾳ ἐν ἀσθενείᾳ σώματος καὶ λόγῳ ἐξουθενημένῳ σμικρυνθῇ ἡ δόξα, ἀλλ’ ἵνα καὶ ἐν τούτῳ θαυμαστωθῇ τὸ μέγεθος τῆς μακροθυμίας καὶ φιλανθρωπίας τοῦ ἀγαθοῦ Θεοῦ, ὅτι ἀνέγεται ψελλίζοντων τὰ μεγαλεῖα τῆς ἐν Χριστῷ Ἰησοῦ ἀγάπης καὶ χάριτος αὐτοῦ