Ancient Greek
784.1
Basilius Theol., De Baptismo Libri Duo 784.1
Unproofread scanNot analysed yet
μη προλαβούσης χάριτος τοῦ Θεοῦ· ὡς ἐκ τε τῶν προσταγμένων καὶ τῶν ἐπιφερομένων περὶ τοῦ βαπτίσματος κεφαλαίων ὁ αὐτὸς Ἀπόστολος δηλοῖ. Ἀρξάμενος γὰρ ἀπὸ τοῦ, Συνέστησε τὴν ἑαυτοῦ ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς, ὅτι, ἐτι ἁμαρτωλῶν ἡμῶν ὄντων, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε· πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ, σωθησόμεθα δι’ αὐτοῦ ἀπὸ τῆς ὀργῆς. Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ· πολλῷ οὖν μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.