Ancient Greek
785.2
Basilius Theol., De Baptismo Libri Duo 785.2
Unproofread scanNot analysed yet
10. Καὶ ἵνα, ὡς προείρηται, διὰ τῶν γνωριμοτέρων ῥητῶν τε καὶ τιμαρμάτων ὁδηγηθῶμεν εἰς κατανόησιν τοῦ σωτηρίου (87) καὶ ἐν τῷ βαπτισματι δόγματος· ἐν πληροφορίᾳ τῆς ἀληθείας ἐσπουδαμένως προσέχωμεν τοῖς σημαινομένοις, καὶ πρὸς τὸν σκοπὸν τῆς εὐσεβείας πᾶν νόημα λαμβάνωμεν. Ἐβαπτίσθημεν, φησίν, ἐν’ ἐκ τούτου ἐκεῖνο παιδευθῶμεν, ὅτι, ὡσπερ τὸ ξῆρον, βαπτισθὲν ἐν βάμματι, μεταποιεῖται κατὰ τὸ χρώμα· μᾶλλον δέ, ἵνα τῷ Βαπτιστῇ Ἰωάννῃ προφητεύσαντι περὶ τοῦ Κυρίου, ὅτι «Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί, »δόγμῃ χρησάμενοι, φωτισθῶμεν τὸ φῶς τῆς γνώσεως πρὸς κατανόησιν τοῦ μεγάλου φωτός, τοῦτο εἴπωμεν· ὅτι, ὡσπερ ὁ σίδηρος, βαπτιζόμενος ἐν τῷ πυρὶ ἀναψυπρουμένῳ ὑπὸ πνεύματος, εὐγνώστωτερος μὲν γίνεται, εἰ τινα ἔχει ἐν ἑαυτῷ (88) κακίαν, ἐτοιμώτερος δὲ πρὸς τὸ καθαρισθῆναι· ἀλλιοῦται δὲ οὐ μόνον τὸ χρώμα, ἀλλὰ καὶ τὸ σκληρὸν καὶ δύσεικτον μεταβαλὼν πρὸς τὸ ἀπαλώτερον, ἐπιτρηδεῖστερος μὲν γίνεται καὶ τῇ τῶν χειρῶν τοῦ τεχνίτου ἐνεργείᾳ, βυθίζεται δὲ ἀξιολόγως πρὸς τὸ βούλημα τοῦ δεσπότου· ἀπὸ δὲ τῆς μελανίας λαμπρότερος ἑαυτοῦ γενόμενος (89), οὐ μόνον αὐτὸς πυρακτοῦται καὶ ἀπαστράπτει, ἀλλὰ καὶ τὰ ἐγγὺ ζοντα φωτίζει καὶ θερμαίνει· οὕτως ἀκολουθοῦν καὶ ἀναγκαῖον τὸν βαπτισθέντα ἐν τῷ πυρί, τουτέστιν ἐν τῷ λόγῳ τῆς διδασκαλίας, ἐλέγχοντι μὲν τῶν ἁμαρτημάτων τὴν κακίαν, φανεροῦντι δὲ τῶν δικαιομάτων τὴν χάριν, μιῆσαι μὲν καὶ βδελύξασθαι τὴν ἀοικίαν, καθὼς γέγραπται, εἰς ἐπιθυμίαν δὲ ἐλθεῖν τοῦ καθαρισθῆναι διὰ τῆς πίστεως ἐν δυνάμει τοῦ αἵματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, αὐτοῦ εἰπόντος· «Τοῦτό μου ἐστὶ τὸ αἷμα, τὸ τῆς Καινῆς Διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν, »καὶ τοῦ Ἀποστόλου μαρτυροῦντος· «Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων· »καὶ οὐ μόνον ἀπὸ πίστεως ἀνομίας καὶ ἁμαρτίας καθαρισθῆναι, ἀλλὰ καὶ ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· καὶ τότε, βαπτισθέντα εἰς τὸν θάνατον τοῦ Κυρίου, συνδιατεθῆναι τῷ θανάτῳ, ὅπερ ἐστὶ νεκρωθῆναι τῇ ἁμαρτίᾳ, ἐαυτὸν τε καὶ τὸν κόσμον, ἵνα, κατὰ τὴν ἐνανθρώπησιν βίον (90), κατὰ τε τὴν χαρδίαν, καὶ λόγον, καὶ πρᾶξιν ἐντυπωθεὶς καὶ ἐμμορφωθεὶς, ὡσπερ ὁ κηρὸς τῇ γλυφῇ, τῇ διδασκαλίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πληρώσῃ τὸ γε-