Ancient Greek
789.2
Basilius Theol., De Baptismo Libri Duo 789.2
Unproofread scanNot analysed yet
14. Καὶ (5) οὕτως εἰς τοὺς φυλάξαντας νῦν τὸ, «Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, »τότε πληρωτῶν ἡ ἐπαγγελία · Ἄλλα καὶ τῆς ἀναστάσεως ἐσόμεθα, »καθὼς καὶ ἀλλοχοῦ φησιν · «Εἰ γὰρ συνυπετάδομεν, καὶ συζή-σομεν· εἰ ὑπομένωμεν, καὶ συμβασιλεύσομεν. »Εἰδὼς δὲ ὁ Ἀπόστολος, ὅτι ἡ ταυτολογία ἀφελιμετέρα ἐστὶ τοῖς ἀκούουσι πρὸς τὴν ἀσφάλειαν (6), καὶ βεβαιότεραν ἐμποιεῖ διὰ τῆς ἐπαναλήψεως τῶν αὐτῶν τὴν πλη-ροφορίαν τῆς ἀληθείας. Παρ’ αὐτοῦ γὰρ ἀκούομεν λέγοντος · «Τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐχ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. »Καθὼς καὶ παρὰ τοῦ Ἰωσὴφ μεμαθήκαμεν, ὃς ἐπιχρίναντος τὸ ἐνύπνιον τῷ βασιλεῖ Φαραώ · οὕτω καὶ τὴν ἱστορίαν τοῦ ἐν-υπνίου μιμούμενος, τὸ αὐτὸ δόγμα τοῦ βαπτίσματος ὁμοίως τοῖς πρώτοις θεωρίδιον παραδιδόναι εἰπών · «Τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἀμαρ-τίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἀμαρτίᾳ. »Ἄρα οὖν καὶ διὰ τούτων τῶν ῥημάτων διδασκόμεθα, ὅτι ὁ βαπτισθεὶς ἐν Χριστῷ εἰς τὸν θάνατον αὐτοῦ βα-πτίζεται · καὶ οὐ μόνον συνθάπτεται τῷ Χριστῷ, καὶ συμμευτυδεῖται, ἀλλὰ πρώτων συσταυροῦται, ἵνα καὶ ἐν τούτῳ παιδευθῶμεν, ὅτι, ὅπερ ὁ σταυρούμενος ἀπαλλοτριούται τῶν ζώντων, οὕτω καὶ ὁ ἐν τῷ ὁμοιώματι τοῦ θανάτου συσταυρωθεὶς τῷ Χριστῷ ἀπαλλοτριούται παντάπασι τῶν κατὰ τὸν παλαιὸν ἄνθρωπον ζώντων · τοῦ μὲν Κυρίου ἐντελλομένου προσέχειν ἀπὸ τῶν ψευδοπροφητῶν, τοῦ δὲ Ἀποστό-λου λέγοντος · «Στέλλεσθαι (7) ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρελάβοσαν (8) παρ’ ἡμῶν. »Ὁ γὰρ παλαιὸς ἄνθρωπος ὀνομασθεὶς, πάντα ὁμοῦ τὰ κατὰ μέρος ἁμαρτήματα τε καὶ μολύσματα, ὥσπερ μέλη ἑαυτοῦ, δηλοῖ.