Ancient Greek
795.2
Basilius Theol., De Baptismo Libri Duo 795.2
Unproofread scanNot analysed yet
21. Διὰ τούτων καὶ (32) τῶν τοιούτων ὁ Κύριος τοὺς γεννηθέντας ἐκ πνεύματος πνεῦμα γενέσθαι λέγει. Συμμαρτυρεῖ δὲ ὁ Ἀπόστολος, λέγων· «Τοῦτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται· ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστόν. »Ἐὰν δὲ (33), ζῶντες πνεύματι, πνεύματι καὶ στοιχῶμεν, καὶ οὕτω χωρητικοὶ γενόμενοι τοῦ Πνεύματος τοῦ ἁγίου, δυνηθῶμεν ὁμολογήσαι τὸν Χριστόν· διότι οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Οὕτω μένουν ὁ Κύριος διὰ τὰ ἑαυτοῦ καὶ διὰ τοῦ Ἀποστόλου τοὺς γεννηθέντας ἐκ πνεύματος, πνεῦμα γίνεσθαι ἐδείδαξεν. Καὶ ἐν τούτῳ δὲ πάλιν μιμησόμεθα τὴν κατὰ σάρκα γέννησιν· πρῶτον μὲν τὸν τόπον μεταλλάξαντες καὶ τὸν τρόπον μετασχηματισόντες διὰ τοῦ κραταιωθῆναι πνεύματι τὸν ἔσω ἄνθρωπον, ὡς δύνασθαι ἡμᾶς λέγειν· «Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς (34) ὑπάρχει· »τὸ μὲν σῶμα ὡς σκιάν περισύροντες ἐπὶ τῆς γῆς, τὴν δὲ ψυχὴν συμπολιτευομένην τοῖς ἐπουρανίοις φυλάσσοντες· ἔπειτα δὲ καὶ τοὺς συνόντας ἐπὶ γῆς ἀνταλλάξαντες· τοῦ μὲν Δαβὶδ εἰπόντος· «Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίου αὐτοῦ, τοῦτον ἐξέδιωξον. Ὑπερηγανὸν ὀφθαλμὸν καὶ ἀπλήστον καρδίαν, τοῦτο οὐ συνήσθιον. Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ’ ἐμοῦ· πορευομένους ἐν ὁδῷ ἀμώμῳ, οὗτος μοι ἐλειτούργει. Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν. Λαλῶν δόλως, οὐ κατεῦ-