Ancient Greek
796.3
Basilius Theol., De Baptismo Libri Duo 796.3
Unproofread scanNot analysed yet
23. Ἀναγκαῖον γὰρ καὶ ἀκόλουθον τὸν γεγεννημένον καὶ ἐνδύσασθαι· μόνον ἐὰν, ὥσπερ ἡ σανὶς ἐξ ὁποιασδήποτε ὕλης οὖσα, ἀποθεμένη τὸ ἀνώμαλον, καὶ ἀποσμευσθεῖσα τὸ τραχύ, οὕτως ἐνδύεται τὴν γραφὴν τῆς εἰκόνος τοῦ βασιλέως· καὶ τότε οὐκ ἐν τῷ τοῦ ξύλου, ἢ χρυσοῦ, ἢ ἀργύρου διαφορᾷ γνωρίζεται τι· διαφορά τῆς εἰκόνος· ἐν δὲ τῇ ἀκριβεῖα τῆς ὁμοιότητος πρὸς τὸ ἀρχέτυπον, μετ᾽ ἐπιμελείας πολλῆς καὶ ἐπιστήμης ἀξιολόγως κατορθωθείσα, κρύπτει μὲν τὴν διαφοράν τῆς ὕλης, κἂν πολλῇ τῷ μέσῳ διέστηται, πρὸς δὲ τὴν δόξαν ἑαυτῆς τοὺς ὁρῶντας ἐπάγειται, καὶ γίνεται ἐντιμότερα πάσης ἀρχῆς καὶ ἐξουσίας· οὕτω καὶ ὁ βαπτιζόμενος, εἰτε Ἰουδαῖος, εἰτε Ἕλλην, εἰτε ἄρσεν, εἰτε θῆλυ, εἰτε δοῦλος, εἰτε ἐλεύθερος, εἰς