Ancient Greek
805.2
Basilius Theol., De Baptismo Libri Duo 805.2
Unproofread scanNot analysed yet
ΕΡΩΤΗΣΙΣ Β'. Εὶ ἀδύνατόν ἐστι μὴ καθαρούμενα τῇ καρδίᾳ ἀπὸ συνειδήσεως πορνείας, ἢ ἀκαθαρσίας, ἢ μολυσμοῦ, ἱερατεύειν. ΑΠΟΚΡΙΣΙΣ. Μωϋσῆς μὲν, τύπον διδούς τοῖς τότε, πρὸς νουθεσίαν δὲ ἡμετέραν, ἐν τῷ νόμῳ τῷ παρὰ τοῦ Θεοῦ δοθέντι γράφει· «Καὶ εἶπε Κύριος πρὸς Μωϋσῆν λέγων (78)· Εἴπον πρὸς Ἀαρὼν λέγων· Ἄνθρωπος ἐκ τοῦ γένους σου εἰς τὰς γενεὰς ὑμῶν, ὃς ἔχει ἐν ἑαυτῷ μῶμον, οὐ προσελεύσεται προσφέρειν τὰ δῶρα τοῦ Θεοῦ αὐτοῦ· ὅτι πᾶς ἄνθρωπος, ἐν φ ἂν ἢ αὐτῷ μῶμος, οὐ προσελεύσεται· »καὶ τοῖς ἐξης ἐρμηνεύει τὸν μῶμον· οὐχ ἐν ἐπιμείξια ἀλλοτρίων μελῶν, οὐδὲ ἐν συντρίμματι ἑνὸς τινος, χἂν ἐπὶ μέρον ἢ (79) τῶν ἰδίων μελῶν οὐ τοσοῦτον παραποδίζοντος τὴν ἐνέργειαν τῆς εὐοδίας, ἀλλὰ παραπλάπτοντος τὴν εὐτρέπειαν ἢ τὴν ὁλοκληρίαν· ὁ δὲ Κύ-