Ancient Greek
807.4
Basilius Theol., De Baptismo Libri Duo 807.4
Unproofread scanNot analysed yet
ΑΠΟΚΡΙΣΙΣ. 1. Τὸ ἐρώτημα, εἰ καὶ παντάπασιν ἀνάξιον παντὸς τοῦ καταδεξαμένου ὁμολογεῖν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, δι' οὗ τὰ πάντα ἐγένετο, τὰ τε ὁρατὰ καὶ τὰ ἄορατα, λαλοῦντα ῥήματα (92), ἃ ἤκουσε παρὰ τοῦ Πατρός, ὅμως ἀναγκαῖον ἀποκρίνασθαι (93), πειθόμενος τῷ Ἀποστόλῳ γράφοντι· «Ἑτοῖμοι ἔσεσθε πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν πίστεως. »Καὶ ἵνα μὴ, παρ' ἑαυτῶν τι λέγοντες, ἀμφιβολίαν ἐμποιήσωμεν τοῖς ἀκούουσι,