Ancient Greek
822.1
Basilius Theol., De Baptismo Libri Duo 822.1
Unproofread scanNot analysed yet
ἀγάπη. »«Οὐ δὲ οὐκ ἀτιμώρητοι οἱ μὴ κατορθούντες ταῦτα, καὶ τὰ ταύταις ὑποπίπτοντα δεκαιώματα, τιμωρίας δὲ εἰσιν ὑπόδοτοι, αὐτὸς Μωϋσῆς βοᾷ, λέγων (48) «Ἐπικατάρατος πᾶς, ὅς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τούτῳ. »Ὁ δὲ Δαβὶδ φησιν :«Εἰ εἶδον οὐκ ἀδικίαν ἐν καρδίᾳ μου, μὴ εἰσακούσάτω μου Κύριος »καὶ ἄλλοχοῦ :«Ἐκεῖ φόβηθῶσι τῷ φόβῳ, οὐ οὐκ ἦν φόβος, ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων. »Πολλῆς οὖν ἐπιμελείας καὶ φροντίδος ἐπαγρύπνου χρεία, μήπως, παρὰ τὶ τῶν εἰρημένων τὴν ἐντολὴν ἐργασάμενοι, μὴ μόνον τοῦ τοιούτου καὶ τοσούτου (49) μισθοῦ ἐκπέσωμεν, ἀλλὰ καὶ ταῖς οὕτω φοβερταῖς ἀπειλαῖς ὑποπίσωμεν.