Ancient Greek
822.4
Basilius Theol., De Baptismo Libri Duo 822.4
Unproofread scanNot analysed yet
Θ ΑΠΟΚΡΙΣΙΣ. 1. Παράνομος μὲν ἐστὶν πᾶς ὁ μὴ ὁλόκληρον τὸν νόμον φυλάξας, ἢ καὶ ὁ μίαν ἐντολὴν παραβάς. Ἐν γὰρ τῇ ἐλλείψει καὶ τοῦ μικροῦ τὸ πᾶν κινδυνεύει. Τὸ γὰρ παρ’ ὀλίγον γεγονός οὐ γέγονεν. Ὡσπερ γὰρ ὁ παρ’ ὀλίγον ἀποθανὼν οὐκ ἀπέθανεν, ἀλλὰ ζῇ, καὶ ὁ παρ’ ὀλίγον ζήσας οὐ ζῇ, ἀλλὰ ἀπέθανε, καὶ ὁ παρ’ ὀλίγον εἰσελθὼν οὐκ εἰσῆλθεν, ὡς αἱ πέντε παρθένοι· οὕτως ὁ παρ’ ὀλίγον φυλάξας τὸν νόμον οὐκ ἐφύλαξεν, ἀλλ’ ἐστὶ παράνομος. Διὸ καὶ ἀναγκαῖον ἐπὶ τῶν παρανομούντων, κἂν γνησίῳ εἶναι δὲ ἔχει, πεῖθεσθαι τῷ Ἀποστόλῳ εἰπόντι, ποτὲ μὲν, «Ἐὰν τις ἀδελφὸς ὀνομαζόμενος, ἢ πόρνος, ἢ πλεονέκτης, ἢ μέθυσος, ἢ λοιδορος, ἢ ἄρπαξ, τῷ τοιούτῳ μηδὲ συνεισθίειν »παρατηρητέον δὲ ἐνταῦθα, ὅτι οὐχὶ τὸν τὰ πάντα δυνά ἀφωρίσας καὶ αὐτῆς τῆς κοινῆς (50) διαίτης, ἀλλὰ καὶ τὸν ἐν τὶ δυνά ἐκ πάντων, ἐν τῷ μὴ εἰπεῖν, «Τούτῳ, »ἀλλὰ, «Τῷ τοιούτῳ. »ποτὲ δὲ, «Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς· πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία· δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ (καὶ γὰρ καθολικώτερον ἐπήγαγεν) ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. (51) Μὴ οὖν γίνεσθε συμμετοχοὶ αὐτῶν. »καὶ πάλιν· «Στέλλεσθε ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατούντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον (52) παρ’ ἡμῶν »καὶ ἄλλοχοῦ ὁμοίως