Ancient Greek
824.2
Basilius Theol., De Baptismo Libri Duo 824.2
Unproofread scanNot analysed yet
4. Τί δέ ἐστι τὸ συγχωνοῦν, ἢ καὶ κατὰ πόσους τρόπους τοῦτο γίνεται, καταμαθώμεν. Μνημονεύων οὖν ἐν μέν ταῖς Παροιμίαις τοῦ, «Ἐλθὲ μεθ’ ἡμῶν, κοινωνήσον αἵματος, »παρὰ δὲ τῷ Ἀποστόλῳ τοῦ, «Συγχωνοῦς (60) μου τῆς χάριτος πάντες ὑμῖν ὄντες, »καὶ, «Συγχωνοῦντες μου τῇ θλίψει, »καὶ, «Κοινωνεῖτω δὲ ὁ κατηχούμενος τὸν λόγῳ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς, »καὶ τοῦ, «Εἰ ἰδοὺς κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις, »καὶ τοῦ, «Ἐλεγμὸν ἐλέγξεις τὸν ἀδελφόν σου, καὶ οὐ λύβῃ δι’ αὐτὸν ἁμαρτίαν, »καὶ τοῦ, «Ταῦτα ἐποίησας, καὶ ἐσίγησα· ὑπέλαβες ἀνθρωπίνην, ὅτι ἰσομοι· ἐλέγξω σε καὶ παραστήσω κατὰ προσώπου σου, »καὶ τῶν τοιούτων, κοινωνίαν (61) ἡγοῦμαι κατὰ τὸ ἔργον, ὅταν ἄλλοις ἐπὶ τῷ αὐτῷ σκοπῷ συλλαμβάνουσι πρὸς τὴν ἐνέργειαν κατὰ δὲ γνώμην, ὅταν συγκατάδηται τις τῇ διαθέσει τοῦ ποιούντος, καὶ συναρεσθῇ. Ἕτερα δὲ κοινωνία τοὺς πολλοὺς λανθάνουσα ἐμφαίνεται τῇ ἀκριβολογίᾳ τῆς θεοπνεύστου Γραφῆς· ὅταν μὴ συνεργασάμενος, μήτε συγκαταθεὶς τῇ διαθέσει, γνώσῃ δὲ τὴν κακίαν τῆς γνώμης ἣ ποιεῖ, ἢ συγχάσῃ, καὶ μὴ ἐλέγξῃ, κατὰ τὰ ἀνωτέρω γεγραμμένα, καὶ κατὰ τὸ ὑπὸ τοῦ Ἀποστόλου σηρημένον τοῖς Κορινθίοις, ὅτι «Οὐχ ἐπεσθῆσατε ἵνα