Ancient Greek
828.4
Basilius Theol., De Baptismo Libri Duo 828.4
Unproofread scanNot analysed yet
ΑΠΟΚΡΙΣΙΣ. 1. Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ (81) Χριστοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, δι’ οὗ τὰ πάντα ἐγένετο, ὁράται τε καὶ ἄορατα, ὁμολογοῦντος μὲν ὅτι, «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ »λέγοντος δὲ τοῖς ἑαυτοῦ μαθηταῖς, «Καθὼς ἀπέστειλέ με ὁ Πατήρ, κἀγὼ ἀπέστειλα (82) ὑμᾶς »παραγγέλλοντος δὲ, «Εἰς ὁδὸν ἑθνῶν μὴ ἀπελθεῖν, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσελθεῖν »μετὰ δὲ τὸ τὴν προφητείαν εἰς αὐτὸν πληρωθῆναι τοῦ Δαβὶδ εἰπόντος, ὡς ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρός, «Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσιν σου τὰ πέρατα τῆς γῆς »τότε καὶ (83) τοῖς ἑαυτοῦ μαθηταῖς παραγγέλλαντος, «Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη »πῶς οὐ πολλῷ μᾶλλον ἕκαστος ἡμῶν ἀκριβέστερον φυλάξαιεν ὀφείλει τὸ τοῦ Ἀποστόλου παράγγελμα γράφοντος, «Μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἕκαστῳ ὡς ὁ Θεὸς ἐμέρισεν μέτρον πίστεως, »ἀναμένειν δὲ, πότε, καὶ τί ἐπιταχθῇ, καθὼς φησι καὶ πάλιν «Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω. »Ἀλλὰ καὶ ὁ αὐτὸς δὲ Ἀπόστολος, ὁ ἕτεροῖς παραγγέλλει, ἀκριβέστερον φυλάσσων, λέγει «Δεξίας ἔδωκαν ἐμοὶ καὶ Βαρναβᾷ κοινωνίας, ἵν’ ἡμᾶς μὲν εἰς τὰ ἔθνη, αὐτοὺς δὲ εἰς τὴν περιτομήν. »