Ancient Greek
829.1
Basilius Theol., De Baptismo Libri Duo 829.1
Unproofread scanNot analysed yet
πληρῶσαι τὴν ἐντολὴν τοῦ Κυρίου, εἰπόντος· «Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ (84) ἠγάπησα ὑμᾶς. Μεῖζον ταύτῆς ἀγάπης οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ δῷ ὑπὲρ τῶν φίλων αὐτοῦ. »«Ἡ δὲ πρὸς τὸν πλησίον, ἥνικα ἂν δὲ ἐγκεχειρισμένος τὴν προστασίαν βοηθείας χρείαν σχῇ, ἢ τὸ σῶμα τῶν (85) φροντιζομένων χρείαν ἔχῃ τοῦ ἀναπληρούντος τὸ προσδεῖπον, τοῦ Ἀποστόλου εἰπόντος, «Μὴδὲς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος· »ἡ γὰρ κατὰ Χριστὸν ἀγάπη οὐ ζητεῖ τὰ ἑαυτῆς· καὶ ἀλλοχοῦ, «Οἰκοδομεῖτε εἰς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε. »«Μοτε εἰς δ τι μὲν ἀπεστάλη τις, μὴ πληρῶσαι τὸ κήρυγμα ἔργῳ καὶ λόγῳ, ἐνοχός ἐστι τοῦ αἵματος τῶν μὴ ἀκουσάντων· καὶ οὐκ ἔχει ἐξουσίαν εἰπεῖν (86) τὰ αὐτὰ τῷ Ἀποστόλῳ διαμαρτυρομένῳ τοὺς πρεσβυτέρους· Ἐρεσιων, ὅτι «Καθαρὸς εἰμ᾽ ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ αἵματος πάντων ὑμῶν. Οὐ γὰρ ὑπεστείλαμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. »«Ἐὰν δὲ πλέον τι τοῦ ἐπιτεταγμένου ζητῆσαι δυναθῇ εἰς οἰκοδομὴν τῆς πίστεως ἐν ἀγάπῃ Χριστοῦ, μισθὸν ἔχει, ὃν ὑπέδειξεν ἡμῖν ὁ Ἀπόστολος, εἰπών· «Εἰ γὰρ ἐκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. »