Ancient Greek
829.3
Basilius Theol., De Baptismo Libri Duo 829.3
Unproofread scanNot analysed yet
1. Εἰ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, δι’ οὗ τὰ πάντα ἐγένετο, ὁρατὰ τε καὶ ἄορατα, ὁ ζωὴν ἔχων, ὡσπερ ἔχει ὁ δεδωκὼς αὐτῷ Πατήρ, οὐ τὴν ἐξουσίαν πᾶσαν λαβὼν παρὰ τοῦ Πατρὸς, ἐπεργόμενος τῶν συλλαμβανόντων αὐτὸν εἰς τὸν ὑπὲρ τῆς ἡμετέρας δικαιοσῦνης καὶ αἰωνίου ζωῆς θάνατον, μετὰ τοσαύτης ἀπληγίας προθυμίας, λέγων· «Ἰδοὺ παραδίδοται ὁ Υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἀμαρτωλῶν· ἐγείρεσθε, ἀγωμεν· ἰδοὺ ὁ παραδιδούς· με ἥγχιζε· »καὶ ὡς ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ γέγραπται· «Ἰησοῦς οὖν, εἰδὼς πάντα τὰ ἐρχόμενα (87) ἐπ’ αὐτόν, ἐξελθὼν εἶπεν αὐτοῖς· Τίνα ζητεῖτε; »Ἀπεκρίθησαν αὐτῷ· «Ἰησοῦν τὸν Ναζωραῖον· »Λέγει αὐτοῖς ὁ Ἰησοῦς· «Ἐγώ εἰμι· »καὶ μετ’ ὀλίγα· «Εἶπον ὑμῖν, ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν· »πῶς μᾶλλον ἡμεῖς τὰ κατὰ φύσιν ἔχοντες ὑπομένειν ὀφείλομεν; ἵνα, διὰ τὴν πρὸς τὸν Θεὸν ὑπακοὴν νικῶντες τοὺς ἐπαγομένους ὑπὸ τῶν ἐχθρῶν πειρασμούς, δοξάσωμεν τὸν Θεόν, ὅτι τὰ δοκοῦντα παρὰ τῶν ἐχθρῶν ἐπάγεσθαι λυπηρὰ μέχρι θανάτου χαίροντες δεχόμεθα, τὸ φρόνημα κατωρθώσαντες τοῦ λέγοντος· ὅτι, «Ὑμῖν ἐχαρίσθη τὸ