Ancient Greek
272.1
Basilius Theol., De Humilitate 272.1
Unproofread scanNot analysed yet
Kal τοῦτο ματαῖχα· Ed. Paris. 1839 legit μίζουσι, πάτημα τοὺς ὑποκειμένους ἀνθρώπους ἡγούμενοι, καὶ κατὰ τῶν τὴν ἀξίαν δεδωκότων αὐτοῖς ἐπαιρόμενοι, καὶ δι’ ὧν εἶναι δοκοῦσί τινες, κατὰ τούτων ἀλαζονευόμενοι· πρᾶγμα πλῆρες ἀνοίας ὑπομένοντες, ὀνείρου σαθροτέραν ἔχοντες δόξαν, καὶ ματαιοτέραν φασμάτων νυκτερινῶν περιβεβλημένοι λαμπρότητα, νεύματι δήμου συνισταμένην, καὶ νεύματι διαλυομένην. Οἷος ἦν ὁ παράρρων ἐκεῖνος, ὁ τοῦ Σολομῶντος υἱὸς, ὁ νέος τὴν ἡλικίαν, καὶ τὰς φρένας νεύτερος, ὁ τῷ δήμῳ ζητοῦντι πραοτέραν ἡγεμονίαν ἀπειλήσας χαλεπωτέραν, καὶ διὰ τῆς ἀπειλῆς ἀπολέσας τὴν βασιλείαν, δι’ ἧς προσεδόκησε βασιλικώτερος: ὀρθήσεσθαι, διὰ ταύτης καθαιρεθεὶς ἧς εἶχεν ἀξίας. Θρασύνει δὲ ἄνθρωπον καὶ χειρῶν δύναμις, καὶ τάχος ποδῶν, καὶ σώματος εὐμορφία· νόσων παραναλώματα, καὶ χρίνου δαπανήματα· καὶ οὐκ αἰσθάνεται, ὅτι Πᾶσα ςὰρξ χόρτος, καὶ πᾶσα ἐοίξα ἀνθρώπων, ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθι ς ἐξέπεσε. Τοιαῦται γιγνόμενοι ἐπὶ δυνάμει ἀλαζονεῖαι, καὶ Γολιὰθ ἀνοήτου φρόνημα θεομάχον, καὶ ὁ κάλλει μέγα φρονῶν Ἀδωνίας, καὶ μεγέθει κόμη: ἐπαιρόμενος Ἀβεσταλὼμ.