Ancient Greek
275.2
Basilius Theol., De Humilitate 275.2
Unproofread scanNot analysed yet
5 Οἴει κατορθοῦν ἀγαθόν; Εὐχαρίστει τῷ Θεῷ, μὴ κατὰ τοῦ πλησίον ἐπαίρου. Τὸ ἔργον ἑαυτοῦ 70, φησὶ, δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον. Τί γὰρ ὤνησας τὸν πλησίον, ὅτι πίστιν ὡμολόγησας, ἢ φυγὴν ὑπέμεινας διὰ δυομ Χριστοῦ, ἢ τοῖς νηστείας ἐνεκαρτέρησας πόνοις; Οὐχ ἑτέρου τὸ κέρδος, ἀλλὰ σόν. Φοβῆσθι τῆς τοῦ διαβόλου πτώσεως τὴν ὁμοίωσιν· ὅς, ἐπαρθεὶς κατὰ τοῦ ἀνθρώπου, πέπτωκεν ὑπ’ ἀνθρώπου 71, καὶ παραδέδοται πάτημα τῷ πεπατημένῳ. Τοιαύτη καὶ τῶν Ἰσραηλιτῶν ἡ πτῶσις. Ἐπιρρίμνων γὰρ κατὰ τῶν ἐθνῶν, ὡς ἀκαλάρτων, ἀκάθαρτοι γεγόνασιν ἀληθῶς· τὰ δὲ ἔθνη