Ancient Greek · ~2 min
Page 191
Basilius Theol., De spiritu [Sp.] 191
Not analysed yet
κερματισθὲν ζῆν ποιεῖ θείως, ἀλλὰ ἅπαντα ζῇ τῇ ὅλῃ αὐτοῦ δυνάμει καὶ πάρεστι πανταχοῦ τῷ ἐκπέμποντι αὐτὸ Θεῷ ὁμοιούμενον καὶ κατὰ τὸ εἶναι καὶ κατὰ τὸ πανταχοῦ καὶ ἐν πᾶσιν ὁμοίως εἶναι. Καὶ εὐαγγελιζόμενος τὴν Μαρίαν ὁ Γαβριήλ· καὶ ἄλλος ἀλλαχοῦ τινα τῶν ἁγίων· καὶ προφητεύων ἕκαστος τῶν προφητῶν· καὶ Παῦλος ἐν Ῥώμῃ εὐαγγελιζόμενος· καὶ Ἰάκωβος ἐν Ἰερουσαλήμ· καὶ Μάρκος ἐν Ἀλεξανδρείᾳ· καὶ