Ancient Greek
Volume 31
Basilius Theol., Poenae in monachos delinquentes (epitimia 24) [Dub.] 31.1305
Not analysed yet
ΕΠΙΤΙΜΙΑ. αʹ Εἴ τις ὑγιαίνων τῷ σώματι ἀμελοίη τῶν προσευχῶν, ἢ τῆς ἐκμαθήσεως τῶν ψαλμῶν, προφασιζόμενος προφάσεις ἐν ἁμαρτίαις, οὗτος ἀφοριζέσθω, ἢ νηστευέτω ἑβδομάδα μίαν. βʹ Εἴ τις ἐλέγχοιτο ἐπὶ πταίσματι μετὰ ἀγάπης, καὶ μὴ καταδέχοιτο τὸν ἔλεγχον, μετὰ πάσης εὐλαβείας παρακαλῶν, καὶ αἰτῶν συγγνώμην ἐφ' οἷς ἐπλημμέλησε, καὶ αὐτὸς ἀφοριζέσθω ἑβδομάδα μίαν. γʹ Εἴ τις συγγνῷ τινι ἁμάρτημα, καὶ μὴ διορθώσεται αὐτὸν, ἢ ἐλέγξει ἐν εἰρήνῃ μετὰ ἀγάπης τῆς ἐν Χριστῷ, ἀλλ' ἐν λύπῃ, ὡς θριαμβεύων μᾶλλον τὸν ἀδελφὸν, ἢ θεραπεύων τὸν αἴτιον τῆς ἁμαρτίας, καὶ αὐτὸς συναφοριζέσθω τῷ ἐλεγχομένῳ ἐπὶ τῷ ἁμαρτήματι ἑβδομάδας δύο, ἐπειδὴ ὡς ἐχθρὸς, καὶ οὐχ ὡς ἀδελφὸς ἤλεγξεν. δʹ Εἴ τις ὑβρίζει ἢ ἀντιλέγει, ἐπιτασσόμενος παρὰ ἀδελφοῦ τὰ κατὰ δύναμιν, καὶ μὴ ὑπακούει μετὰ πάσης τῆς ἐν Χριστῷ χαρᾶς, ὡς πληροφορῶν αὐτὸν, ὁμοίως ἀφοριζέσθω ἑβδομάδα μίαν. εʹ Εἴ τις ἀργολογοίη ἢ εὐτραπελεύοιτο, μὴ φυλάσσων μετὰ φόβου καὶ τρόμου τὴν διδασκαλίαν τοῦ μακαρίου Ἀποστόλου καὶ τῶν Εὐαγγελίων, καὶ αὐτὸς ἀφοριζέσθω ἑβδομάδα μίαν.