Ancient Greek
Volume 31
Basilius Theol., Poenae in monachos delinquentes (epitimia 24) [Dub.] 31.1308
Not analysed yet
ϛʹ Εἴ τις πλὴν τοῦ ναὶ καὶ τοῦ οὒ, ἄλλον ὀμνύει ὅρκον, καὶ αὐτὸς ἀφοριζέσθω ἑβδομάδα μίαν. ζʹ Εἴ τις συγγνῷ τινι ἀδελφῷ πταίσαντι, καὶ μετὰ τὸ παρελθεῖν ὀνειδίζοι, ὡς παραδειγματίζων, καὶ αὐτὸς ὡς ἀσυμπαθὴς καὶ ἐπιχαιρέκακος ἀφοριζέσθω ἑβδομάδα μίαν. ηʹ Εἴ τις συγγνῷ τινι ἁμάρτημα, καὶ ὁρᾷ αὐτὸν ἀδιαφόρως φέροντα, καὶ μὴ μετὰ συντριμμοῦ καρδίας καὶ πολλῶν δακρύων ἐξιλεούμενον τὸν Κύριον, παρακαλείτω καὶ ὑπομιμνησκέτω αὐτὸν μετανοεῖν, καὶ ἐπιδείκνυσθαι ἔργα μετανοίας. Εἰ δὲ τούτων γινομένων ἀμελοίη τῆς ἑαυτοῦ σωτηρίας, χωριζέσθω ὁ τοιοῦτος τῆς συνοδίας παντελῶς. Μικρὰ γὰρ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ, κατὰ τὸν εἰπόντα ἅγιον. θʹ Εἴ τις προέρχοιτο παρὰ τὰς ἀναγκαίας χρείας, περιάγων ἀκαίρως, ἀφοριζέσθω ὁ τοιοῦτος, ἵνα ἡσυχάζωσιν ἐν οἴκῳ οἱ πόδες αὐτοῦ, καθὼς γέγραπται. ιʹ Εἴ τις ὀργισθῇ εἰκῆ, καὶ μὴ παραχρῆμα παρακαλέσῃ τὸν ἀδελφὸν ὃν ἐλύπησεν, ὅπως ἀφῇ αὐτῷ τὴν ἁμαρτίαν ἣν ἥμαρτεν εἰς αὐτὸν, ἀφοριζέσθω καὶ αὐτὸς ἑβδομάδα μίαν. ιαʹ Εἴ τις ὑβρισθείη παρὰ ἀδελφοῦ, καὶ παρακληθεὶς ὑπὸ τῆς συνοδίας, μὴ συγχωρήσῃ τὸ ἁμάρτημα, μνημονεύσας τοῦ λέγοντος· Ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο· καὶ αὐτὸς ὁμοίως ἀφοριζέσθω ἑβδομάδα μίαν.