Ancient Greek
445.3
Basilius Theol., Prologus 5 (Sermo Asceticus) [Dub.] 445.3
Unproofread scanNot analysed yet
1. Ὁ ἄνθρωπος κατ' εἰκόνα Θεοῦ ἐγένετο καὶ ὁμοίωσιν · ἡ δὲ ἁμαρτία τὸ κάλλος τῆς εἰκόνος ἠχρήωσεν, εἰς τὰς ἐμπαθεῖς ἐπιθυμίας τὴν ψυχὴν καθέλκουσα. Ὁ δὲ Θεός, ὁ ποιήσας τὸν ἄνθρωπον, ἡ ἀληθινὴ ἐστι ζωὴ. Ὁ οὖν ἀπολέσας τὴν πρὸς τὸν Θεὸν ὁμοιότητα ἀπώλεσε τὴν πρὸς τὴν ζωὴν οἰκειότητα · τὸν δὲ ἔκτος τοῦ Θεοῦ ὄντα, ἐν τῇ μακαρίᾳ ζωῇ γενέσθαι ἀμήχανον. Οὕτως ἐπανέλθωμεν εἰς τὴν ἐξ ἀρχῆς χάριν, ἧς διὰ τῆς ἁμαρτίας ἠλλο-