Ancient Greek
346.2
Basilius Theol., Prologus 8 (De Fide) 346.2
Unproofread scanNot analysed yet
ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΠΙΣΤΕΩΣ. 1 Θεοῦ τοῦ ἀγαθοῦ χάριτι τὸ ἐπίταγμα τῆς ὑμετέρας εὐλαβείας καταμαθὼν ἀξίων τῆς (94) ἐν Χριστῷ πρὸς τὸν Θεὸν ἀγάπης, ἐν φ̓ τῆς εὐσεβοῦς πίστεως ἔγγραφον ἐπεζητήσατε παρ’ ἡμῶν ὁμολογίαν, τὰ μὲν πρῶτα ἐπαισθανόμενος τῆς ἐμαυτοῦ ταπεινώσεως καὶ ἀσθενείας, δίκουν πρὸς τὴν ἀπόκρισιν· ὡς δὲ ἐμνήσθην τοῦ Ἀποστόλου εἰπόντος, Ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ· καὶ πάλιν, Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν· οὐχ ἀκίνδυνον ἠφησάμην τὸ ἀντεῖπεῖν μὲν ὑμῖν, σωτηρίᾳ δὲ τὴν σωτήριον ὁμολογίαν, πεποιθὼν ἔχων διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν, ὡς γέγραπται· Οὐχ ὅτι ἱκανοὶ ἐσμὲν ἀφ’