Ancient Greek
347.2
Basilius Theol., Prologus 8 (De Fide) 347.2
Unproofread scanNot analysed yet
(98) Codex Voss. εὐσεβέστερον καὶ ἀσφαλές. Α τῶν ἐν πληροφορίᾳ τῆς ἀληθείας τῶν χρησθέντων Θεοῦ χάριτι, γενόμενος ἐπεδείξατο μαρτυρηθεὶς Ἀβραάμ, ὅτι Οὐ διεκύηθη τῇ ἀπιστίᾳ, ἀλλ᾽ ἐνεδυναμώθη τῇ πιστεί, δὸνς δόξαν τῷ Θεῷ, ἡ πληροφορηθεὶς ὅτι, ὁ ἐπηγγελκὼς, δυνατός (4) ἐστὶ καὶ ποιῆσαι. Εἰ δὲ Πιστὸς μὲν ὁ Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, Πιστὰ δὲ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι, φανερὰ ἔκπτωσις πίστεως καὶ ὑπερηφανίας κατηγορία, ἢ ἀθετεῖν τι τῶν γεγραμμένων, ἢ ἐπεισάγειν τῶν μὴ γεγραμμένων, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· Τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούει· καὶ πρὸ τοῦτο δὲ εἰρηκὼς· Ἄλλοτριφ δὲ οὐ μὴ ἀκολουθήσουσιν, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ· οὐ γὰρ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν· καὶ τοῦ Ἀποστόλου ἐν ὑπιδείγματι ἀνθρωπίνῳ σφοδρότερον ἀπαγορεύοντος τὸ προσθεῖναι ἢ ὑφελεῖν τι ἐν ταῖς Θεοποιτοῖς Γραφαῖς. δι᾽ οὗ φησιν· Ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ, ἢ ἐπιδιὰτάσσειται.