Ancient Greek
351.1
Basilius Theol., Prologus 8 (De Fide) 351.1
Unproofread scanNot analysed yet
4. Πιστεύομεν τοίνυν καὶ ὁμολογοῦμεν ἕνα μόνον A Ἀληθινὸν καὶ ἀγαθὸν Θεὸν (20), καὶ Πατέρα παντοκράτορα, ἐξ οὗ τὰ πάντα τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ Ἰησοῦ Χριστοῦ. Καὶ ἕνα τὸν μονογενῆ αὐτοῦ Υἱὸν Κύριον καὶ Θεὸν ἡμῶν Ἰησοῦν Χριστὸν, μόνον ἀληθινόν, δι’ οὗ τὰ πάντα ἐγένετο, τὰ τε ὁρατὰ καὶ τὰ ἀόρατα · καὶ ἐν ᾧ τὰ πάντα συνέστηκεν · ὃς ἐν ἀρχῇ ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν · καὶ μετὰ ταῦτα, κατὰ τὴν Γραφήν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη · ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἀρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, καὶ διὰ τῆς ἐκ Παρθένου γεννήσεως μορφὴν δούλου λαβὼν, καὶ σχῆματι εὐρεθὲς ὡς ἄνθρωπος, πάντα τὰ εἰς αὐτὸν καὶ περὶ αὐτοῦ (21) γεγραμμένα ἐπλήρωσε κατὰ τὴν ἐντολὴν τοῦ Πατρός, γενόμενος ὑ- B πεικὸς μέχρι θανάτου, θανάτου δὲ σταυροῦ · καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγέρθεις ἐκ νεκρῶν, κατὰ τὰς Γραφάς, ὤφθη τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς, καὶ τοῖς λοιποῖς, ὡς γέγραπται · ἀνέβη τε εἰς οὐρανοὺς καὶ κάθηται ἐν δεξιᾷ τοῦ Πατρός · ὅθεν ἔρχεται ἐπὶ συντελείᾳ τοῦ αἰῶνος τούτου ἀναστῆσαι πάντας, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ · ὅτε οἱ μὲν δικαῖοι προσληφθήσονται εἰς ζωὴν αἰώνιον καὶ βασιλείαν οὐρανῶν, οἱ δὲ ἁμαρτωλοὶ κατακριθήσονται εἰς κόλασιν αἰώνιον, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται. Καὶ ἐν μόνῳ Πνεύματι ἁγίῳ, τῷ Παρακλήτῳ (22), ἐν ᾧ ἐσφραγίσθημεν εἰς ἡμέραν ἀπολυτρώσεως · τὸ Πνεῦμα τῆς ἀληθείας, τὸ Πνεῦμα τῆς υἱοθεσίας, ἐν ᾧ κράζομεν · C Ἄββα, ὁ Πατήρ · τὸ διαιροῦν καὶ ἐνεργοῦν τὰ παρὰ τοῦ Θεοῦ χαρίσματα ἑκάστῳ πρὸς τὸ συμφέρον, καθὼς βούλεται · τὸ διδάσκον καὶ ὑπομιμνήσκον πάντα, ὅσα ἂν ἀκούῃ (23) παρὰ τοῦ Ὑιοῦ · τὸ ἀγαθόν, τὸ ὁδηγοῦν εἰς πᾶσαν τὴν ἀλήθειαν, καὶ στηρίζον πάντας τοὺς πιστεύοντας πρὸς τε γνῶσιν ἀσφαλῆ (24), καὶ ὁμολογίαν ἀκριβῆ, καὶ λατρείαν εὐσεβῆ, καὶ προσκύνησιν πνευματικὴν καὶ ἀληθῆ Θεοῦ Πατρὸς καὶ τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἑαυτοῦ · ἑκάστου δυνάμεως τῇ τοῦ ὀνομαζομένου (25) ἰδιότητι σαφῶς ἡμῖν διευκρινούσης, καὶ περὶ ἑκάστου τῶν ὀνομαζομένων πάντως τινῶν ἐξαιρέτων ἰδιωμάτων εὐσυνδὸς θεωροῦ-