Ancient Greek
352.2
Basilius Theol., Prologus 8 (De Fide) 352.2
Unproofread scanNot analysed yet
5. Θαυμῶ δὲ περισσότερον, ὅτι, αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται· χαίρετε δέ, ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς· καὶ πάλιν· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταὶ ἐστε, ἐὰν ἀγάπην ἔχητε (27) μετ' ἀλλήλων· ἰδὼν ὁ Ἀπόστολος, ἐν πᾶσι τὸ τῆς ἀγάπης ἀναγκαῖον δεῖκνὺς, διαμαρτύρεται λέγων· Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, τέγγρα χαλκοῦ εἰμι, ἢ κύμβαλον ἀλαλάζον· κἂν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν εἰμι (28)· καὶ μετ' ὀλίγα· Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθήσεται, καὶ τὰ ἕξης, οἷς ἐπιφέρει· Νῦν δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη· τούτων καὶ τῶν τοιούτων οὕτως ὑπὸ τε τοῦ Κυρίου καὶ τοῦ Ἀποστόλου διωρισμένων, θαυμῶ, φημί, πῶς (29) περὶ μὲν τὰ καταργούμενα καὶ παύμενα τοσαύτην ἔχουσι ν οἱ ἄνθρωποι σπουδὴν καὶ πόνον (30), περὶ δὲ τὰ μένοντα, καὶ μάλιστα τὴν μείζω πάντων ἀγάπην, τὴν χαρακτηρίζουσαν τὸν Χριστιανόν, οὐ μόνον αὐτοὶ φροντίζει ν οὐδεμίαν ποιούμενοι, ἀλλὰ καὶ τοῖς ἐσπουδακόσιν ἐναντιοῦνται, καὶ μαχόμενοι πληροῦσι τὸ εἰρημένον· Οὔτε αὐτοὶ εἰσέρχονται, καὶ τοὺς εἰσερχομένους κωλύουσιν εἰσελθεῖν. Διόπερ παρακαλῶ