Ancient Greek
175.2
Basilius Theol., Quod Deus Non Est Auctor Malorum 175.2
Unproofread scanNot analysed yet
4. Ἄλλ’ εἴπερ ἀναίτιος τῶν κακῶν ὁ Θεός, φησί, πῶς A εἴρηται τῷ, Ἐγὼ ὁ κατασκευάσας φῶς, καὶ ποιήσας σκότος, ποιῶν εἰρήνην καὶ κτίζων κακά; Καὶ πάλιν· Κατέβη, φησί, κακά παρά Κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ· καὶ· Οὐκ ἔστιν κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησεν. Καὶ ἐν τῇ μεγάλῃ ψalmῷ τοῦ Μωϋσέως· Ἴδετε, Ἴδετε, ὅτι (43) ἐγὼ εἰμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ· ἐγὼ ἀποκτενῶ, καὶ ζῆν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι. Ἄλλ’ οὐδὲν τούτων τῷ συνιέντι τὸν νοῦν τῆς Γραφῆς κατηγορίαν ἔχει Θεοῦ, ὡς κακῶν αἰτίου καὶ ποιητοῦ· ὁ γὰρ εἰπών, ὅτι Ἐγὼ ὁ κατασκευάζων φῶς, καὶ ποιῶν σκότος, τῆς κτίσεως δημιουργὸν ἑαυτὸν διὰ τούτων παριστῖν, οὐχὶ κακοῦ τινος ποιητήν. Ἵνα τοίνυν μὴ νομίζῃς ἄλλον μεν εἶναι τοῦ φωτὸς αἰτίον, ἄλλον δὲ τοῦ σκότους, ἑαυτὸν εἶπε τῶν δοκούντων B ἐναντίως ἔχειν κατὰ τὴν κτίσιν ποιητὴν καὶ τεχνίτην, ἵνα μὴ ζητήσεις ἄλλον (44) πυρὸς δημιουργὸν καὶ ἄλλον ὕδατος, μηδὲ ἄλλον ἀέρος, καὶ ἄλλον τῆς· ἐπειδὴ δοκεῖ πως ἀντικεισθαι ἀλλήλοις κατὰ τὴν τῶν ποιότητων ἐναντιότητα. Ὅπερ δὴ τινὲς παθόντες εἰς πολυθεΐαν ἐτράπησαν. Ποιεῖ δὲ εἰρήνην, καὶ κτίζει κακά. Μάλιστα μὲν εἰρήνην ποιεῖ ἐν σοί, ὅταν διὰ τῆς καλῆς διδασκαλίας κατεῖργενύσῃ τὸν νοῦν σου, καὶ διαλλῇ τὰ πάθη τὰ πρὸς τὴν ψυχὴν στασιάζοντα· κτίζει δὲ κακά· τοῦτέστι, μετακοσμεῖ αὐτὰ καὶ εἰς βελτίωσιν ἄγει· ὥστε, ἀποθέμενα τὸ εἶναι κακά, τὴν τοῦ καλοῦ φύσιν μεταλαβεῖν. Καρδίαν (45) καθαρὰν κτίσον ἐν ἐμοί, ὦ Θεός. Οὐχὶ νῦν δημιουργήσον, ἀλλὰ τὴν ἐκ τῆς κακίας παλαιωθεῖσαν ἀνακαίνισον. Καὶ, Ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον. Τὸ, κτίσῃ, οὐχ ἵνα ἐκ τοῦ μὴ ὄντος παραγάγῃ, ἀλλ’ ἵνα τοὺς ὄντας μετακοσμήσῃ. Καὶ, Εἰ τις ἐν Χριστῷ καινὴ κτίσις. Καὶ πάλιν ὁ Μωϋσῆς· Οὐχὶ αὗτός οὗτός ὁ σον πατὴρ ἐκτήσατό σε, καὶ ἐποίησέ σε, καὶ ἐκτισέ σε (46); Σαφῶς γὰρ ἐνταῦθα μετὰ τὴν ποίησιν ἡ κτίσις ταχθεῖσα διδάσκει ἡμᾶς, ὅτι ἐπὶ τῆς βελτιώσεως τέτακται, ὡς τὰ πολλά, τὸ τῆς κτίσεως ὄνομα. Ὅστε Ποιῶν εἰρήνην, οὕτω ποιεῖ τὴν εἰρήνην, ἐκ τοῦ τὰ κακὰ κτίζειν· τοῦτέστι, μεταποιεῖν, καὶ εἰς βελτίωσιν ἄγειν. Ἔπειτα μέντοι, κἂν εἰρήνην νοήσῃς τὴν ἐκ τῶν πολέμων ἀδείαν, καὶ κακὸν εἴπῃς τὰ ἀκολουθοῦντα τοῖς πολεμοῦσιν ἐπίπονα, ἐκστρατείας ὑπερορίους, πόνους, ἀγρυπνίας, ἀγῶνας (47), ἱδρώτας, τραύματα, σφαγὰς, πολέων ἀλώσεις, ἀνδραποδισμούς, ἀπαγμάς, τὰ ἐλεεινὰ τῶν ἀλόντων θεάματα, καὶ ἀπλῶς ὅσα λυπηρὰ τοῖς πολέμοις ἀκολουθεῖ, λέγομεν κρίσει (48) Θεοῦ δικαίᾳ γενέσθαι, τοῖς ἀξίοις κολάσεως διὰ τῶν πολέμων τὰς