Ancient Greek
358.9
Basilius Theol., Regulae Morales 358.9
Unproofread scanNot analysed yet
Κεφάλ. β'. ΜΑΡΚΟΣ. Ἴνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἁμαρτίας ἀφιέναι, λέγει· ΜΑΘΑΙΟΣ. Ἀμὴν λέγω (57) ὑμῖν, ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ· καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. Πάλιν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος, οὗ ἂν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ Πατρὸς μου τοῦ ἐν οὐρανοῖς (58). ΙΩΑΝΝΗΣ. Ὅτι ἔρχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσουσι τῆς