Ancient Greek
359.2
Basilius Theol., Regulae Morales 359.2
Unproofread scanNot analysed yet
Ὅτι δεῖ τοὺς μετανοοῦντας κλαίειν πικρῶς, καὶ τὰ λοιπὰ, ὅσα ἴδια τῆς μετανοίας, ἐκ καρδίας ἐπιδείκνυσθαι. Κεφάλ. γ'. ΜΑΘΘΑΙΟΣ. Καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος αὐτῷ, ὅτι Πρὴν ἡλέχθωρα φωτῆσαι, τρίς ἀπαρνήση με. Καὶ ἐξελθὼν ἔξω, ἐκλαυσεν πικρῶς. ΠΡΟΣ ΚΟΡ. β'. Ἄλλ' ὁ παρακαλῶν τοὺς ταπεινούς, παρεκάλεσεν ἡμᾶς ἐν τῇ παρουσίᾳ Τιτου. Οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ἢ παρεκλήθη ὑφ' ὑμῖν, ἀναγέλλων ὑμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμόν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ. Καὶ μετ' ὀλίγου· Ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς, πόσην κατειργάσατο ἐν ὑμῖν σπουδήν· ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν· ἐν παντὶ συνέστησατε ἑαυτοὺς ἀγνοῦς εἶναι ἐν τῷ πράγματι. ΠΡΑΞΕΙΣ. Πολλοὶ τε τῶν πεπιστευκότων ἦρχοντο, ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν. Ἰκαροὶ τε τῶν τὰ περίεργα πραξάντων συμπρομισαὶ τὰς βίβλους κατέκαιον ἐνώπιον αὐτῶν.