Ancient Greek
360.5
Basilius Theol., Regulae Morales 360.5
Unproofread scanNot analysed yet
ΟΡΟΣ Β'. Ὅτι ἀδύνατον δουλεύσαι Θεῷ τὸν καὶ τοῖς ἀλλοτρίοις τῆς θεοσεβείας ἐπιμιγνύμενον πράγμασιν. Κεφάλαιον α'. ΜΑΘΑΙΟΣ. Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεῦσαι· ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. ΠΡΟΣ ΚΟΡ. β'. Μὴ γίνεσθε ἑτερόζυγοντες ἀπίστοις. Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαλ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ συγκάτοιδσις ναῷ Θεοῦ μετὰ εἰδώλων;